Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
KJV Now concerning the collection for the saints, as I have given order to the churches of Galatia, even so do ye.
2
GRK κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.
KJV Upon the first day of the week let every one of you lay by him in store, as God hath prospered him, that there be no gatherings when I come.
3
GRK ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
KJV And when I come, whomsoever ye shall approve by your letters, them will I send to bring your liberality unto Jerusalem.
4
GRK ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
KJV And if it be meet that I go also, they shall go with me.
5
GRK ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
KJV Now I will come unto you, when I shall pass through Macedonia: for I do pass through Macedonia.
6
GRK πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
KJV And it may be that I will abide, yea, and winter with you, that ye may bring me on my journey whithersoever I go.
7
GRK οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέπῃ
KJV For I will not see you now by the way; but I trust to tarry a while with you, if the Lord permit.
8
GRK ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
KJV But I will tarry at Ephesus until Pentecost.
9
GRK θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργὴς καὶ ἀντικείμενοι πολλοί.
KJV For a great door and effectual is opened unto me, and there are many adversaries.
10
GRK Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ. ἐγὼ
KJV Now if Timotheus come, see that he may be with you without fear: for he worketh the work of the Lord, as I also do.
11
GRK μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
KJV Let no man therefore despise him: but conduct him forth in peace, that he may come unto me: for I look for him with the brethren.
12
GRK Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
KJV As touching our brother Apollos, I greatly desired him to come unto you with the brethren: but his will was not at all to come at this time; but he will come when he shall have convenient time.
13
GRK Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
KJV Watch ye, stand fast in the faith, quit you like men, be strong.
14
GRK πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
KJV Let all your things be done with charity.
15
GRK Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
KJV I beseech you, brethren, (ye know the house of Stephanas, that it is the firstfruits of Achaia, and that they have addicted themselves to the ministry of the saints,)
16
GRK ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
KJV That ye submit yourselves unto such, and to every one that helpeth with us, and laboureth.
17
GRK Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
KJV I am glad of the coming of Stephanas and Fortunatus and Achaicus: for that which was lacking on your part they have supplied.
18
GRK ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
KJV For they have refreshed my spirit and yours: therefore acknowledge ye them that are such.
19
GRK Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
KJV The churches of Asia salute you. Aquila and Priscilla salute you much in the Lord, with the church that is in their house.
20
GRK ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
KJV All the brethren greet you. Greet ye one another with an holy kiss.
21
GRK Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου·
KJV The salutation of me Paul with mine own hand.
22
GRK εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά
KJV If any man love not the Lord Jesus Christ, let him be Anathema Maranatha.
23
GRK Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
KJV The grace of our Lord Jesus Christ be with you.
24
GRK ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. ἀμήν
KJV My love be with you all in Christ Jesus. Amen.