Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
καὶ, ἐγὼ ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκικοῖς ὡς νηπίοις ἐν Χριστῷ.
KJV
And I, brethren, could not speak unto you as unto spiritual, but as unto carnal, even as unto babes in Christ.
GRK
γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὖτε ἔτι νῦν δύνασθε·
KJV
I have fed you with milk, and not with meat: for hitherto ye were not able to bear it, neither yet now are ye able.
GRK
ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
KJV
For ye are yet carnal: for whereas there is among you envying, and strife, and divisions, are ye not carnal, and walk as men?
GRK
ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλῶ, οὐχὶ σαρκικοί ἐστε;
KJV
For while one saith, I am of Paul; and another, I am of Apollos; are ye not carnal?
GRK
Τίς οὖν ἐστιν Παῦλος; τίς δέ Ἀπολλῶς ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.
KJV
Who then is Paul, and who is Apollos, but ministers by whom ye believed, even as the Lord gave to every man?
GRK
ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ᾽ ὁ θεὸς ηὔξανεν·
KJV
I have planted, Apollos watered; but God gave the increase.
GRK
ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων θεός·
KJV
So then neither is he that planteth any thing, neither he that watereth; but God that giveth the increase.
GRK
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
KJV
Now he that planteth and he that watereth are one: and every man shall receive his own reward according to his own labour.
GRK
θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
KJV
For we are labourers together with God: ye are God’s husbandry, ye are God’s building.
GRK
κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
KJV
According to the grace of God which is given unto me, as a wise masterbuilder, I have laid the foundation, and another buildeth thereon. But let every man take heed how he buildeth thereupon.
GRK
θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός.
KJV
For other foundation can no man lay than that is laid, which is Jesus Christ.
GRK
εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
KJV
Now if any man build upon this foundation gold, silver, precious stones, wood, hay, stubble;
GRK
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει.
KJV
Every man’s work shall be made manifest: for the day shall declare it, because it shall be revealed by fire; and the fire shall try every man’s work of what sort it is.
GRK
εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν, μισθὸν λήψεται·
KJV
If any man’s work abide which he hath built thereupon, he shall receive a reward.
GRK
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός.
KJV
If any man’s work shall be burned, he shall suffer loss: but he himself shall be saved; yet so as by fire.
GRK
Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;
KJV
Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you?
GRK
εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
KJV
If any man defile the temple of God, him shall God destroy; for the temple of God is holy, which temple ye are.
GRK
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός.
KJV
Let no man deceive himself. If any man among you seemeth to be wise in this world, let him become a fool, that he may be wise.
GRK
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
KJV
For the wisdom of this world is foolishness with God. For it is written, He taketh the wise in their own craftiness.
GRK
καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.
KJV
And again, The Lord knoweth the thoughts of the wise, that they are vain.
GRK
Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
KJV
Therefore let no man glory in men. For all things are yours;
GRK
εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν,
KJV
Whether Paul, or Apollos, or Cephas, or the world, or life, or death, or things present, or things to come; all are yours;
GRK
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.
KJV
And ye are Christ’s; and Christ is God’s.