Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειεὶμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερος ἐπὶ τὴν Ἑλλάδα.
KJV
And it happened, after that Alexander son of Philip, the Macedonian, who came out of the land of Chettiim, had smitten Darius king of the Persians and Medes, that he reigned in his stead, the first over Greece,
GRK
Καὶ συνεστήσατο πολέμους πολλοὺς, καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν, καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς.
KJV
And made many wars, and won many strong holds, and slew the kings of the earth,
GRK
Καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς, καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν· καὶ ἠσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ· καὶ ὑψώθη, καὶ ἐπῄρθη ἡ καρδία αὐτοῦ.
KJV
And went through to the ends of the earth, and took spoils of many nations, insomuch that the earth was quiet before him; whereupon he was exalted and his heart was lifted up.
GRK
Καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξε χωρῶν, καὶ ἐθνῶν, καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.
KJV
And he gathered a mighty strong host and ruled over countries, and nations, and kings, who became tributaries unto him.
GRK
Καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει.
KJV
And after these things he fell sick, and perceived that he should die.
GRK
Καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.
KJV
Wherefore he called his servants, such as were honourable, and had been brought up with him from his youth, and parted his kingdom among them, while he was yet alive.
GRK
Καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανε.
KJV
So Alexander reigned twelve years, and then died.
GRK
Καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.
KJV
And his servants bare rule every one in his place.
GRK
Καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ, καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.
KJV
And after his death they all put crowns upon themselves; so did their sons after them many years: and evils were multiplied in the earth.
GRK
Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς, υἱὸς Ἀντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων.
KJV
And there came out of them a wicked root Antiochus surnamed Epiphanes, son of Antiochus the king, who had been an hostage at Rome, and he reigned in the hundred and thirty and seventh year of the kingdom of the Greeks.
GRK
Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ἰσραὴλ υἱοὶ παράνομοι, καὶ ἀνέπεισαν πολλοὺς, λέγοντες, πορευθῶμεν, καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ἀπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.
KJV
In those days went there out of Israel wicked men, who persuaded many, saying, Let us go and make a covenant with the heathen that are round about us: for since we departed from them we have had much sorrow.
GRK
Καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν.
KJV
So this device pleased them well.
GRK
Καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.
KJV
Then certain of the people were so forward herein, that they went to the king, who gave them licence to do after the ordinances of the heathen:
GRK
Καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἱεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν.
KJV
Whereupon they built a place of exercise at Jerusalem according to the customs of the heathen:
GRK
Καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζεύχθησαν τοῖς ἔθνεσι, καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
KJV
And made themselves uncircumcised, and forsook the holy covenant, and joined themselves to the heathen, and were sold to do mischief.
GRK
Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον Ἀντιόχου· καὶ ὑπέλαβε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.
KJV
Now when the kingdom was established before Antiochus, he thought to reign over Egypt that he might have the dominion of two realms.
GRK
Καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι, καὶ ἐν ἐλέφασι, καὶ ἐν ἱππεῦσι, καὶ ἐν στόλῳ μεγάλῳ.
KJV
Wherefore he entered into Egypt with a great multitude, with chariots, and elephants, and horsemen, and a great navy,
GRK
Καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔφυγε· καὶ ἔπεσον τραυματίαι πολλοί.
KJV
And made war against Ptolemee king of Egypt: but Ptolemee was afraid of him, and fled; and many were wounded to death.
GRK
Καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου.
KJV
Thus they got the strong cities in the land of Egypt and he took the spoils thereof.
GRK
Καὶ ἐπέστρεψεν Ἀντιόχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.
KJV
And after that Antiochus had smitten Egypt, he returned again in the hundred forty and third year, and went up against Israel and Jerusalem with a great multitude,
GRK
Καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανείᾳ, καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς,
KJV
And entered proudly into the sanctuary, and took away the golden altar, and the candlestick of light, and all the vessels thereof,
GRK
καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισε πάντα.
KJV
And the table of the shewbread, and the pouring vessels, and the vials. and the censers of gold, and the veil, and the crown, and the golden ornaments that were before the temple, all which he pulled off.
GRK
Καὶ ἔλαβε τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρε.
KJV
He took also the silver and the gold, and the precious vessels: also he took the hidden treasures which he found.
GRK
Καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἐποίησε φονοκτονίαν, καὶ ἐλάλησεν ὑπερηφανείαν μεγάλην.
KJV
And when he had taken all away, he went into his own land, having made a great massacre, and spoken very proudly.
GRK
Καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν.
KJV
Therefore there was a great mourning in Israel, in every place where they were;
GRK
Καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.
KJV
So that the princes and elders mourned, the virgins and young men were made feeble, and the beauty of women was changed.
GRK
Πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.
KJV
Every bridegroom took up lamentation, and she that sat in the marriage chamber was in heaviness,
GRK
Καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.
KJV
The land also was moved for the inhabitants thereof, and all the house of Jacob was covered with confusion.
GRK
Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.
KJV
And after two years fully expired the king sent his chief collector of tribute unto the cities of Juda, who came unto Jerusalem with a great multitude,
GRK
Καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ· καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ Ἰσραήλ.
KJV
And spake peaceable words unto them, but all was deceit: for when they had given him credence, he fell suddenly upon the city, and smote it very sore, and destroyed much people of Israel.
GRK
Καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως, καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ, καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ.
KJV
And when he had taken the spoils of the city, he set it on fire, and pulled down the houses and walls thereof on every side.
GRK
Καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.
KJV
But the women and children took they captive, and possessed the cattle.
GRK
Καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.
KJV
Then builded they the city of David with a great and strong wall, and with mighty towers, and made it a strong hold for them.
GRK
καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλὸν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.
KJV
And they put therein a sinful nation, wicked men, and fortified themselves therein.
GRK
Καὶ παρέθεντο ὅπλα καὶ τροφὰς, καὶ συναγαγόντες τὰ σκῦλα Ἱερουσαλὴμ ἀπέθεντο ἐκεῖ· καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.
KJV
They stored it also with armour and victuals, and when they had gathered together the spoils of Jerusalem, they laid them up there, and so they became a sore snare:
GRK
Καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διαπαντός.
KJV
For it was a place to lie in wait against the sanctuary, and an evil adversary to Israel.
GRK
Καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος, καὶ ἐμόλυναν τὸ ἁγίασμα.
KJV
Thus they shed innocent blood on every side of the sanctuary, and defiled it:
GRK
Καὶ ἔφυγον οἱ κάτοικοι Ἱερουσαλὴμ διʼ αὐτοὺς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γεννήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.
KJV
Insomuch that the inhabitants of Jerusalem fled because of them: whereupon the city was made an habitation of strangers, and became strange to those that were born in her; and her own children left her.
GRK
Τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμὸν, ἡ τιμὴ αὐτῆς εἱς ἐξουδένωσιν.
KJV
Her sanctuary was laid waste like a wilderness, her feasts were turned into mourning, her sabbaths into reproach her honour into contempt.
GRK
Κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.
KJV
As had been her glory, so was her dishonour increased, and her excellency was turned into mourning.
GRK
Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα,
KJV
Moreover king Antiochus wrote to his whole kingdom, that all should be one people,
GRK
καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.
KJV
And every one should leave his laws: so all the heathen agreed according to the commandment of the king.
GRK
Καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.
KJV
Yea, many also of the Israelites consented to his religion, and sacrificed unto idols, and profaned the sabbath.
GRK
Καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,
KJV
For the king had sent letters by messengers unto Jerusalem and the cities of Juda that they should follow the strange laws of the land,
GRK
καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς,
KJV
And forbid burnt offerings, and sacrifice, and drink offerings, in the temple; and that they should profane the sabbaths and festival days:
GRK
καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·
KJV
And pollute the sanctuary and holy people:
GRK
οἰκοδομῆσαι βωμοὺς, καὶ τεμένη, καὶ εἰδωλεῖα, καὶ θύειν ὕεια, καὶ κτήνη κοινὰ,
KJV
Set up altars, and groves, and chapels of idols, and sacrifice swine’s flesh, and unclean beasts:
GRK
καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει,
KJV
That they should also leave their children uncircumcised, and make their souls abominable with all manner of uncleanness and profanation:
GRK
ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.
KJV
To the end they might forget the law, and change all the ordinances.
GRK
Καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῥῆμα τοῦ βασιλέως, ἀποθανεῖται.
KJV
And whosoever would not do according to the commandment of the king, he said, he should die.
GRK
Κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.
KJV
In the selfsame manner wrote he to his whole kingdom, and appointed overseers over all the people, commanding the cities of Juda to sacrifice, city by city.
GRK
Καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοὶ, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον· καὶ ἐποιησαν κακὰ ἐν τῇ γῇ.
KJV
Then many of the people were gathered unto them, to wit every one that forsook the law; and so they committed evils in the land;
GRK
Καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.
KJV
And drove the Israelites into secret places, even wheresoever they could flee for succour.
GRK
Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ, τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει, ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς.
KJV
Now the fifteenth day of the month Casleu, in the hundred forty and fifth year, they set up the abomination of desolation upon the altar, and builded idol altars throughout the cities of Juda on every side;
GRK
Καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.
KJV
And burnt incense at the doors of their houses, and in the streets.
GRK
Καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.
KJV
And when they had rent in pieces the books of the law which they found, they burnt them with fire.
GRK
Καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.
KJV
And whosoever was found with any the book of the testament, or if any committed to the law, the king’s commandment was, that they should put him to death.
GRK
Ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ Ἰσραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι.
KJV
Thus did they by their authority unto the Israelites every month, to as many as were found in the cities.
GRK
Καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.
KJV
Now the five and twentieth day of the month they did sacrifice upon the idol altar, which was upon the altar of God.
GRK
Καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν, κατὰ τὸ πρόσταγμα.
KJV
At which time according to the commandment they put to death certain women, that had caused their children to be circumcised.
GRK
Καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν, καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν.
KJV
And they hanged the infants about their necks, and rifled their houses, and slew them that had circumcised them.
GRK
Καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκραταιώθησαν, καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινά.
KJV
Howbeit many in Israel were fully resolved and confirmed in themselves not to eat any unclean thing.
GRK
Καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν· καὶ ἀπέθανον.
KJV
Wherefore they chose rather to die, that they might not be defiled with meats, and that they might not profane the holy covenant: so then they died.
GRK
Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.
KJV
And there was very great wrath upon Israel.