Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτὸν, καὶ ἐβασίλευσεν ἐκεῖ.
KJV
In the hundred and sixtieth year Alexander, the son of Antiochus surnamed Epiphanes, went up and took Ptolemais: for the people had received him, by means whereof he reigned there,
GRK
Καὶ ἤκουσε Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
KJV
Now when king Demetrius heard thereof, he gathered together an exceeding great host, and went forth against him to fight.
GRK
Καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν.
KJV
Moreover Demetrius sent letters unto Jonathan with loving words, so as he magnified him.
GRK
Εἶπε γάρ, προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετʼ αὐτοῦ, πρινὴ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθʼ ἡμῶν.
KJV
For said he, Let us first make peace with him, before he join with Alexander against us:
GRK
Μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἰς τὸ ἔθνος αὐτοῦ.
KJV
Else he will remember all the evils that we have done against him, and against his brethren and his people.
GRK
Καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ.
KJV
Wherefore he gave him authority to gather together an host, and to provide weapons, that he might aid him in battle: he commanded also that the hostages that were in the tower should be delivered him.
GRK
Καὶ ἦλθεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ, καὶ τῶν ἐκ τῆς ἄκρας.
KJV
Then came Jonathan to Jerusalem, and read the letters in the audience of all the people, and of them that were in the tower:
GRK
Καὶ ἐφοβήθησα φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις.
KJV
Who were sore afraid, when they heard that the king had given him authority to gather together an host.
GRK
Καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
KJV
Whereupon they of the tower delivered their hostages unto Jonathan, and he delivered them unto their parents.
GRK
Καὶ ᾤκησεν Ἰωνάθαν ἐν Ἱερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
KJV
This done, Jonathan settled himself in Jerusalem, and began to build and repair the city.
GRK
Καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα, οἰκοδομεῖν τὰ τείχη, καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως.
KJV
And he commanded the workmen to build the walls and the mount Sion and about with square stones for fortification; and they did so.
GRK
Καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησε Βακχίδης.
KJV
Then the strangers, that were in the fortresses which Bacchides had built, fled away;
GRK
Καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
KJV
Insomuch as every man left his place, and went into his own country.
GRK
Πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.
KJV
Only at Bethsura certain of those that had forsaken the law and the commandments remained still: for it was their place of refuge.
GRK
Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλε Δημήτριος τῷ Ἰωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχον,
KJV
Now when king Alexander had heard what promises Demetrius had sent unto Jonathan: when also it was told him of the battles and noble acts which he and his brethren had done, and of the pains that they had endured,
GRK
καὶ εἶπε, μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον, καὶ σύμμαχον ἡμῶν.
KJV
He said, Shall we find such another man? now therefore we will make him our friend and confederate.
GRK
Καὶ ἔγραψεν ἐπιστολὰς, καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους, λέγων,
KJV
Upon this he wrote a letter, and sent it unto him, according to these words, saying,
GRK
βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωνάθαν χαίρειν.
KJV
King Alexander to his brother Jonathan sendeth greeting:
GRK
Ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ, καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος.
KJV
We have heard of thee, that thou art a man of great power, and meet to be our friend.
GRK
Καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι· καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν· καὶ φρονεῖν τὰ ἡμῶν, καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς.
KJV
Wherefore now this day we ordain thee to be the high priest of thy nation, and to be called the king’s friend; (and therewithal he sent him a purple robe and a crown of gold:) and require thee to take our part, and keep friendship with us.
GRK
Καὶ ἐνεδύσατο Ἰωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγε δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά.
KJV
So in the seventh month of the hundred and sixtieth year, at the feast of the tabernacles, Jonathan put on the holy robe, and gathered together forces, and provided much armour.
GRK
Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους. καὶ ἐλυπήθη, καὶ εἶπε,
KJV
Whereof when Demetrius heard, he was very sorry, and said,
GRK
τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα;
KJV
What have we done, that Alexander hath prevented us in making amity with the Jews to strengthen himself?
GRK
Γράψω αὐτοῖς κᾀγὼ λόγους παρακλήσεως, καὶ ὕψους, καὶ δομάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν.
KJV
I also will write unto them words of encouragement, and promise them dignities and gifts, that I may have their aid.
GRK
Καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.
KJV
He sent unto them therefore to this effect: King Demetrius unto the people of the Jews sendeth greeting:
GRK
Ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας, καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν, καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν, καὶ ἐχάρημεν.
KJV
Whereas ye have kept covenants with us, and continued in our friendship, not joining yourselves with our enemies, we have heard hereof, and are glad.
GRK
Καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ, ἀνθʼ ὧν ποιεῖτε μεθʼ ἡμῶν.
KJV
Wherefore now continue ye still to be faithful unto us, and we will well recompense you for the things ye do in our behalf,
GRK
Καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ, καὶ δώσομεν ὑμῖν δόματα.
KJV
And will grant you many immunities, and give you rewards.
GRK
Καὶ νῦν ἀπολύω ὑμᾶς, καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων, καὶ τῆς τιμῆς τοῦ ἁλὸς, καὶ ἀπὸ τῶν στεφάνων,
KJV
And now do I free you, and for your sake I release all the Jews, from tributes, and from the customs of salt, and from crown taxes,
GRK
καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον.
KJV
And from that which appertaineth unto me to receive for the third part or the seed, and the half of the fruit of the trees, I release it from this day forth, so that they shall not be taken of the land of Judea, nor of the three governments which are added thereunto out of the country of Samaria and Galilee, from this day forth for evermore.
GRK
Καὶ Ἱερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη, καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
KJV
Let Jerusalem also be holy and free, with the borders thereof, both from tenths and tributes.
GRK
Ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν.
KJV
And as for the tower which is at Jerusalem, I yield up authority over it, and give the high priest, that he may set in it such men as he shall choose to keep it.
GRK
Καὶ πᾶσαν φυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρέαν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν.
KJV
Moreover I freely set at liberty every one of the Jews, that were carried captives out of the land of Judea into any part of my kingdom, and I will that all my officers remit the tributes even of their cattle.
GRK
Καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι, καὶ ἡμέραι ἀποδεδειγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου.
KJV
Furthermore I will that all the feasts, and sabbaths, and new moons, and solemn days, and the three days before the feast, and the three days after the feast shall be all of immunity and freedom for all the Jews in my realm.
GRK
Καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
KJV
Also no man shall have authority to meddle with or to molest any of them in any matter.
GRK
Καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως.
KJV
I will further, that there be enrolled among the king’s forces about thirty thousand men of the Jews, unto whom pay shall be given, as belongeth to all king’s forces.
GRK
Καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπʼ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν· καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.
KJV
And of them some shall be placed in the king’s strong holds, of whom also some shall be set over the affairs of the kingdom, which are of trust: and I will that their overseers and governors be of themselves, and that they live after their own laws, even as the king hath commanded in the land of Judea.
GRK
Καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφʼ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλʼ ἢ τοῦ ἀρχιερέως.
KJV
And concerning the three governments that are added to Judea from the country of Samaria, let them be joined with Judea, that they may be reckoned to be under one, nor bound to obey other authority than the high priest’s.
GRK
Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις.
KJV
As for Ptolemais, and the land pertaining thereto, I give it as a free gift to the sanctuary at Jerusalem for the necessary expences of the sanctuary.
GRK
Κᾀγὼ δίδωμι κατʼ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
KJV
Moreover I give every year fifteen thousand shekels of silver out of the king’s accounts from the places appertaining.
GRK
Καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρῶτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
KJV
And all the overplus, which the officers payed not in as in former time, from henceforth shall be given toward the works of the temple.
GRK
Καὶ ἐπὶ τούτοις, πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατʼ ἐνιαυτὸν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι.
KJV
And beside this, the five thousand shekels of silver, which they took from the uses of the temple out of the accounts year by year, even those things shall be released, because they appertain to the priests that minister.
GRK
Καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ, ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
KJV
And whosoever they be that flee unto the temple at Jerusalem, or be within the liberties hereof, being indebted unto the king, or for any other matter, let them be at liberty, and all that they have in my realm.
GRK
Καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
KJV
For the building also and repairing of the works of the sanctuary expences shall be given of the king’s accounts.
GRK
Καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ Ἰουδαίᾳ.
KJV
Yea, and for the building of the walls of Jerusalem, and the fortifying thereof round about, expences shall be given out of the king’s accounts, as also for the building of the walls in Judea.
GRK
Ὡς δὲ ἤκουσεν Ἰωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραὴλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
KJV
Now when Jonathan and the people heard these words, they gave no credit unto them, nor received them, because they remembered the great evil that he had done in Israel; for he had afflicted them very sore.
GRK
Καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
KJV
But with Alexander they were well pleased, because he was the first that entreated of true peace with them, and they were confederate with him always.
GRK
Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου.
KJV
Then gathered king Alexander great forces, and camped over against Demetrius.
GRK
Καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπʼ αὐτούς.
KJV
And after the two kings had joined battle, Demetrius’ host fled: but Alexander followed after him, and prevailed against them.
GRK
Καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
KJV
And he continued the battle very sore until the sun went down: and that day was Demetrius slain.
GRK
Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους, λέγων,
KJV
Afterward Alexander sent ambassadors to Ptolemee king of Egypt with a message to this effect:
GRK
ἐπεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου, καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου, καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον, καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν·
KJV
Forasmuch as I am come again to my realm, and am set in the throne of my progenitors, and have gotten the dominion, and overthrown Demetrius, and recovered our country;
GRK
καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφʼ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·
KJV
For after I had joined battle with him, both he and his host was discomfited by us, so that we sit in the throne of his kingdom:
GRK
καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα, καὶ αὐτῇ. ἄξιά σου.
KJV
Now therefore let us make a league of amity together, and give me now thy daughter to wife: and I will be thy son in law, and will give both thee and her as according to thy dignity.
GRK
Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς, λέγων, ἀγαθὴ ἡμέρα ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
KJV
Then Ptolemee the king gave answer, saying, Happy be the day wherein thou didst return into the land of thy fathers, and satest in the throne of their kingdom.
GRK
Καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλʼ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας.
KJV
And now will I do to thee, as thou hast written: meet me therefore at Ptolemais, that we may see one another; for I will marry my daughter to thee according to thy desire.
GRK
Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
KJV
So Ptolemee went out of Egypt with his daughter Cleopatra, and they came unto Ptolemais in the hundred threescore and second year:
GRK
Καὶ ἀπήντησεν αὐτῷ Ἀλεξανδρος ὁ βασιλεὺς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ.
KJV
Where king Alexander meeting him, he gave unto him his daughter Cleopatra, and celebrated her marriage at Ptolemais with great glory, as the manner of kings is.
GRK
Καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς τῷ Ἰωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
KJV
Now king Alexander had written unto Jonathan, that he should come and meet him.
GRK
Καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα, καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον, καὶ τοῖς φίλοις αὐτῶν, καὶ δόματα πολλὰ, καὶ εὗρε χάριν ἐναντίον αὐτῶν.
KJV
Who thereupon went honourably to Ptolemais, where he met the two kings, and gave them and their friends silver and gold, and many presents, and found favour in their sight.
GRK
Καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραὴλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατʼ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.
KJV
At that time certain pestilent fellows of Israel, men of a wicked life, assembled themselves against him, to accuse him: but the king would not hear them.
GRK
Καὶ προσέταξεν ὁ βασιλεὺς, καὶ ἐξέδυσαν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως.
KJV
Yea more than that, the king commanded to take off his garments, and clothe him in purple: and they did so.
GRK
Καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετʼ αὐτοῦ, καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ, ἐξέλθετε μετʼ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατʼ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
KJV
And he made him sit by himself, and said unto his princes, Go with him into the midst of the city, and make proclamation, that no man complain against him of any matter, and that no man trouble him for any manner of cause.
GRK
Καὶ ἐγένετο ὡς ἴδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξαν, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες.
KJV
Now when his accusers saw that he was honored according to the proclamation, and clothed in purple, they fled all away.
GRK
Καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
KJV
So the king honoured him, and wrote him among his chief friends, and made him a duke, and partaker of his dominion.
GRK
Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης καὶ εὐφροσύνης.
KJV
Afterward Jonathan returned to Jerusalem with peace and gladness.
GRK
Καί ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
KJV
Furthermore in the hundred threescore and fifth year came Demetrius son of Demetrius out of Crete into the land of his fathers:
GRK
Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν.
KJV
Whereof when king Alexander heard tell, he was right sorry, and returned into Antioch.
GRK
Καὶ κατέστησε Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ·
KJV
Then Demetrius made Apollonius the governor of Celosyria his general, who gathered together a great host, and camped in Jamnia, and sent unto Jonathan the high priest, saying,
GRK
καὶ ἀπέστειλε πρὸς Ἰωνάθαν τὸν ἀρχιερέα, λέγων, σὺ μονώτατος ἐπαίρῃ ἐφʼ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφʼ ἡμᾶς ἐν τοῖς ὄρεσι;
KJV
Thou alone liftest up thyself against us, and I am laughed to scorn for thy sake, and reproached: and why dost thou vaunt thy power against us in the mountains?
GRK
Νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετʼ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων.
KJV
Now therefore, if thou trustest in thine own strength, come down to us into the plain field, and there let us try the matter together: for with me is the power of the cities.
GRK
Ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν, οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν; ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.
KJV
Ask and learn who I am, and the rest that take our part, and they shall tell thee that thy foot is not able to stand before our face; for thy fathers have been twice put to flight in their own land.
GRK
Καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.
KJV
Wherefore now thou shalt not be able to abide the horsemen and so great a power in the plain, where is neither stone nor flint, nor place to flee unto.
GRK
Ὡς δὲ ἤκουσεν Ἰωνάθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ, καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ.
KJV
So when Jonathan heard these words of Apollonius, he was moved in his mind, and choosing ten thousand men he went out of Jerusalem, where Simon his brother met him for to help him.
GRK
Καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν.
KJV
And he pitched his tents against Joppa: but; they of Joppa shut him out of the city, because Apollonius had a garrison there.
GRK
Καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωνάθαν Ἰόππης.
KJV
Then Jonathan laid siege unto it: whereupon they of the city let him in for fear: and so Jonathan won Joppa.
GRK
Καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον, καὶ δύναμιν πολλήν· καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων, καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον, διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπʼ αὐτῇ.
KJV
Whereof when Apollonius heard, he took three thousand horsemen, with a great host of footmen, and went to Azotus as one that journeyed, and therewithal drew him forth into the plain. because he had a great number of horsemen, in whom he put his trust.
GRK
Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.
KJV
Then Jonathan followed after him to Azotus, where the armies joined battle.
GRK
Καὶ ἀπέλιπεν Ἀπολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν.
KJV
Now Apollonius had left a thousand horsemen in ambush.
GRK
Καὶ ἔγνω Ἰωνάθαν ὅτι ἐστὶν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν, καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας.
KJV
And Jonathan knew that there was an ambushment behind him; for they had compassed in his host, and cast darts at the people, from morning till evening.
GRK
Ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ἰωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
KJV
But the people stood still, as Jonathan had commanded them: and so the enemies’ horses were tired.
GRK
Καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ, καὶ συνῆψε πρὸς τὴν φάραγγα· ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ὑπʼ αὐτοῦ, καὶ ἔφυγον.
KJV
Then brought Simon forth his host, and set them against the footmen, (for the horsemen were spent) who were discomfited by him, and fled.
GRK
Καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν, τοῦ σωθῆναι
KJV
The horsemen also, being scattered in the field, fled to Azotus, and went into Bethdagon, their idol’s temple, for safety.
GRK
Καὶ ἐνεπύρισεν Ἰωνάθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί.
KJV
But Jonathan set fire on Azotus, and the cities round about it, and took their spoils; and the temple of Dagon, with them that were fled into it, he burned with fire.
GRK
Καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
KJV
Thus there were burned and slain with the sword well nigh eight thousand men.
GRK
Καὶ ἀπῇρεν ἐκεῖθεν Ἰωνάθαν, καὶ παρενέβαλεν ἐπὶ Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
KJV
And from thence Jonathan removed his host, and camped against Ascalon, where the men of the city came forth, and met him with great pomp.
GRK
Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ σὺν τοῖς παρʼ αὐτοῦ, ἔχοντες σκῦλα πολλά.
KJV
After this returned Jonathan and his host unto Jerusalem, having many spoils.
GRK
Καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωνάθαν.
KJV
Now when king Alexander heard these things, he honoured Jonathan yet more.
GRK
Καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.
KJV
And sent him a buckle of gold, as the use is to be given to such as are of the king’s blood: he gave him also Accaron with the borders thereof in possession.