Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγε Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ· καὶ ἐπορεύθη εἰς Μήδειαν τοῦ ἐπισπάσασθαι βοήθειαν αὐτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα.
KJV
Now in the hundred threescore and twelfth year king Demetrius gathered his forces together, and went into Media to get him help to fight against Tryphone.
GRK
Καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδειας ὅτι ἦλθε Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλάβεῖν αὐτὸν ζῶντα.
KJV
But when Arsaces, the king of Persia and Media, heard that Demetrius was entered within his borders, he sent one of his princes to take him alive:
GRK
Καὶ ἐπορεύθη καὶ ἐπάταξε τὴν παρεμβολὴν Δημητρίου, καὶ συνέλαβεν αὐτὸν, καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ.
KJV
Who went and smote the host of Demetrius, and took him, and brought him to Arsaces, by whom he was put in ward.
GRK
Καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα πάσας τὰς ἡμέρας Σίμωνος· καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
KJV
As for the land of Judea, that was quiet all the days of Simon; for he sought the good of his nation in such wise, as that evermore his authority and honour pleased them well.
GRK
Καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβε τὴν Ἰόππην εἰς λιμένα, καὶ ἐποιήσεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης.
KJV
And as he was honourable in all his acts, so in this, that he took Joppa for an haven, and made an entrance to the isles of the sea,
GRK
Καὶ ἐπλάτυνε τὰ ὅρια τῷ ἔθνει αὐτοῦ, καὶ ἐκράτησε τῆς χώρας.
KJV
And enlarged the bounds of his nation, and recovered the country,
GRK
Καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν, καὶ ἐκυρίευσε Γαζαρῶν καὶ Βαιθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῇρε τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ.
KJV
And gathered together a great number of captives, and had the dominion of Gazera, and Bethsura, and the tower, out of the which he took all uncleaness, neither was there any that resisted him.
GRK
Καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετʼ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν.
KJV
Then did they till their ground in peace, and the earth gave her increase, and the trees of the field their fruit.
GRK
Πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου.
KJV
The ancient men sat all in the streets, communing together of good things, and the young men put on glorious and warlike apparel.
GRK
Ταῖς πόλεσιν ἐχορήγησε βρώματα, καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου τῆς γῆς.
KJV
He provided victuals for the cities, and set in them all manner of munition, so that his honourable name was renowned unto the end of the world.
GRK
Ἐποίησε τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην.
KJV
He made peace in the land, and Israel rejoiced with great joy:
GRK
Καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς.
KJV
For every man sat under his vine and his fig tree, and there was none to fray them:
GRK
Καὶ ἐξέλιπεν ὁ πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις.
KJV
Neither was there any left in the land to fight against them: yea, the kings themselves were overthrown in those days.
GRK
Καὶ ἐστήρισε πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησε, καὶ ἐξῇρε πάντα ἄνομον καὶ πονηρόν.
KJV
Moreover he strengthened all those of his people that were brought low: the law he searched out; and every contemner of the law and wicked person he took away.
GRK
Τὰ ἅγια ἐδόξασε, καὶ ἐπλήθυνε τὰ σκεύη τῶν ἁγίων.
KJV
He beautified the sanctuary, and multiplied vessels of the temple.
GRK
Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ἰωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα.
KJV
Now when it was heard at Rome, and as far as Sparta, that Jonathan was dead, they were very sorry.
GRK
Ὡς δὲ ἤκουσαν ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντʼ αὐτοῦ ἀρχιερεὺς, καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ.
KJV
But as soon as they heard that his brother Simon was made high priest in his stead, and ruled the country, and the cities therein:
GRK
Ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς, τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν ἣν ἔστησαν πρὸς Ἰούδαν καὶ Ἰωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ.
KJV
They wrote unto him in tables of brass, to renew the friendship and league which they had made with Judas and Jonathan his brethren:
GRK
Καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ἱερουσαλήμ.
KJV
Which writings were read before the congregation at Jerusalem.
GRK
Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιάται· Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ τοῖς πρεσβυτέροις, καὶ τοῖς ἱερεῦσι, καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν.
KJV
And this is the copy of the letters that the Lacedemonians sent; The rulers of the Lacedemonians, with the city, unto Simon the high priest, and the elders, and priests, and residue of the people of the Jews, our brethren, send greeting:
GRK
Οἱ πρεσβεύται οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ εὐφράνθημεν ἐπὶ τῆ ἐφόδῳ αὐτῶν.
KJV
The ambassadors that were sent unto our people certified us of your glory and honour: wherefore we were glad of their coming,
GRK
Καὶ ἀνεγράψαμεν τὰ ὑπʼ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως, Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσωνος πρεσβευταὶ Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν.
KJV
And did register the things that they spake in the council of the people in this manner; Numenius son of Antiochus, and Antipater son of Jason, the Jews’ ambassadors, came unto us to renew the friendship they had with us.
GRK
Καὶ ἤρεσε τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως, καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τοῦ δήμου βιβλίοις, τοῦ ἔχειν μνημόσυνον τὸν δῆμον τῶν Σπαρτιατῶν· τὸ δὲ ἀντίγραφον τούτων ἐγράψαμεν Σίμωνι τῷ ἀρχιερεῖ.
KJV
And it pleased the people to entertain the men honourably, and to put the copy of their ambassage in publick records, to the end the people of the Lacedemonians might have a memorial thereof: furthermore we have written a copy thereof unto Simon the high priest.
GRK
Μετὰ ταῦτα ἀπέστειλε Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκῆς μνῶν χιλιων, εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν.
KJV
After this Simon sent Numenius to Rome with a great shield of gold of a thousand pound weight to confirm the league with them.
GRK
Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπον, τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;
KJV
Whereof when the people heard, they said, What thanks shall we give to Simon and his sons?
GRK
Ἐστήρισε γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπʼ αὐτῶν, καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν.
KJV
For he and his brethren and the house of his father have established Israel, and chased away in fight their enemies from them, and confirmed their liberty.
GRK
Καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς, καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιών· καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς· ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ· καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος ἀρχιερέως·
KJV
So then they wrote it in tables of brass, which they set upon pillars in mount Sion: and this is the copy of the writing; The eighteenth day of the month Elul, in the hundred threescore and twelfth year, being the third year of Simon the high priest,
GRK
ἐν Σαραμὲλ, ἐπὶ συναγωγῆς μεγάλης ἱερέων, καὶ λαοῦ, καὶ ἀρχόντων ἔθνους, καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν.
KJV
At Saramel in the great congregation of the priests, and people, and rulers of the nation, and elders of the country, were these things notified unto us.
GRK
Ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ· Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ, καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν·
KJV
Forasmuch as oftentimes there have been wars in the country, wherein for the maintenance of their sanctuary, and the law, Simon the son of Mattathias, of the posterity of Jarib, together with his brethren, put themselves in jeopardy, and resisting the enemies of their nation did their nation great honour:
GRK
Καὶ ἤθροισεν Ἰωνάθαν τὸ ἔθνος αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
KJV
(For after that Jonathan, having gathered his nation together, and been their high priest, was added to his people,
GRK
Καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν, τοῦ ἐκτρίψαι τὴν χώραν αὐτῶν, καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν·
KJV
Their enemies prepared to invade their country, that they might destroy it, and lay hands on the sanctuary:
GRK
τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ, καὶ ἐδαπάνησε χρήματα πολλὰ τῶν ἑαυτοῦ, καὶ ὡπλοδότησε τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς ὀψώνια,
KJV
At which time Simon rose up, and fought for his nation, and spent much of his own substance, and armed the valiant men of his nation and gave them wages,
GRK
καὶ ὠχύρωσε τὰς πόλεις τῆς Ἰουδαίας, καὶ τὴν Βαιθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τοπρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους.
KJV
And fortified the cities of Judea, together with Bethsura, that lieth upon the borders of Judea, where the armour of the enemies had been before; but he set a garrison of Jews there:
GRK
Καὶ Ἰόππην ὠχύρωσε τὴν ἐπὶ τῆς θαλάσσης, καὶ τὴν Γάζαρα τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τοπρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τὴν τούτων ἐπανόρθωσιν ἔθετο ἐν αὐτοῖς.
KJV
Moreover he fortified Joppa, which lieth upon the sea, and Gazera, that bordereth upon Azotus, where the enemies had dwelt before: but he placed Jews there, and furnished them with all things convenient for the reparation thereof.)
GRK
Καὶ εἶδεν ὁ λαὸς τὴς πρᾶξιν τοῦ Σίμωνος, καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγοὺμενον αὐτῶν καὶ ἀρχιερέα, διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα, καὶ τὴν δικαιοσύνην, καὶ τὴν πίστιν ἣν συνετήρησε τῷ ἔθνει αὐτοῦ, καὶ ἐζήτησε παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ.
KJV
The people therefore sang the acts of Simon, and unto what glory he thought to bring his nation, made him their governor and chief priest, because he had done all these things, and for the justice and faith which he kept to his nation, and for that he sought by all means to exalt his people.
GRK
Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐωδώθη ἐν ταῖς χερσὶν αὐτοῦ, τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν, καὶ τοὺς ἐν τῇ πόλει Δαυὶδ τοὺς ἐν Ἱερουσαλὴμ, οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων, καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ.
KJV
For in his time things prospered in his hands, so that the heathen were taken out of their country, and they also that were in the city of David in Jerusalem, who had made themselves a tower, out of which they issued, and polluted all about the sanctuary, and did much hurt in the holy place:
GRK
Καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους, καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως, καὶ ὕψωσε τὰ τείχη Ἱερουσαλήμ.
KJV
But he placed Jews therein. and fortified it for the safety of the country and the city, and raised up the walls of Jerusalem.
GRK
Καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα,
KJV
King Demetrius also confirmed him in the high priesthood according to those things,
GRK
καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ, καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ.
KJV
And made him one of his friends, and honoured him with great honour.
GRK
Ἤκουσε γὰρ ὅτι προσηγόρευνται οἱ Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοὶ, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως·
KJV
For he had heard say, that the Romans had called the Jews their friends and confederates and brethren; and that they had entertained the ambassadors of Simon honourably;
GRK
καὶ ὅτι εὐδόκησαν οἱ Ἰουδαῖοι, καὶ οἱ ἱερεῖς, τοῦ εἶναι Σίμωνα ἡγουμένον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα, ἕως τοῦ ἀναστῆναι προφήτην πιστόν·
KJV
Also that the Jews and priests were well pleased that Simon should be their governor and high priest for ever, until there should arise a faithful prophet;
GRK
καὶ τοῦ εἶναι ἐπʼ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι αὐτοὺς ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας, καὶ ἐπὶ τῶν ὅπλων, καὶ ἐπὶ τῶν ὀχυρωμάτων·
KJV
Moreover that he should be their captain, and should take charge of the sanctuary, to set them over their works, and over the country, and over the armour, and over the fortresses, that, I say, he should take charge of the sanctuary;
GRK
καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάληται πορφύραν, καὶ χρυσοφορῇ.
KJV
Beside this, that he should be obeyed of every man, and that all the writings in the country should be made in his name, and that he should be clothed in purple, and wear gold:
GRK
Καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καἰ τῶν ἱερέων ἀθετῆσαί τι τούτων, καὶ ἀντειπεῖν τοῖς ὑπʼ αὐτοῦ ῥηθησομένοις, καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ, καὶ περιβάλλεσθαι πορφύραν, καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν·
KJV
Also that it should be lawful for none of the people or priests to break any of these things, or to gainsay his words, or to gather an assembly in the country without him, or to be clothed in purple, or wear a buckle of gold;
GRK
Ὃς δʼ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται.
KJV
And whosoever should do otherwise, or break any of these things, he should be punished.
GRK
Καὶ εὐδόκησε πᾶς ὁ λαὸς θέσθαι Σίμωνι, καὶ ποιῆσαι κατὰ τοὺς λόγους τούτους.
KJV
Thus it liked all the people to deal with Simon, and to do as hath been said.
GRK
Καὶ ἐπεδέξατο Σίμων, καὶ εὐδόκησεν ἀρχιερατεύειν, καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων, καὶ ἱερέων, καὶ τοῦ προστατῆσαι πάντων.
KJV
Then Simon accepted hereof, and was well pleased to be high priest, and captain and governor of the Jews and priests, and to defend them all.
GRK
Καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς, καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ,
KJV
So they commanded that this writing should be put in tables of brass, and that they should be set up within the compass of the sanctuary in a conspicuous place;
GRK
τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἕχῃ Σίμων, καὶ οἱ υἱοὶ αὐτοῦ.
KJV
Also that the copies thereof should be laid up in the treasury, to the end that Simon and his sons might have them.