Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
KJV
But of the times and the seasons, brethren, ye have no need that I write unto you.
GRK
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται·
KJV
For yourselves know perfectly that the day of the Lord so cometh as a thief in the night.
GRK
ὅταν γὰρ λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
KJV
For when they shall say, Peace and safety; then sudden destruction cometh upon them, as travail upon a woman with child; and they shall not escape.
GRK
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
KJV
But ye, brethren, are not in darkness, that that day should overtake you as a thief.
GRK
πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
KJV
Ye are all the children of light, and the children of the day: we are not of the night, nor of darkness.
GRK
Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
KJV
Therefore let us not sleep, as do others; but let us watch and be sober.
GRK
οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
KJV
For they that sleep sleep in the night; and they that be drunken are drunken in the night.
GRK
ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
KJV
But let us, who are of the day, be sober, putting on the breastplate of faith and love; and for an helmet, the hope of salvation.
GRK
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
KJV
For God hath not appointed us to wrath, but to obtain salvation by our Lord Jesus Christ,
GRK
τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
KJV
Who died for us, that, whether we wake or sleep, we should live together with him.
GRK
Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε.
KJV
Wherefore comfort yourselves together, and edify one another, even as also ye do.
GRK
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς
KJV
And we beseech you, brethren, to know them which labour among you, and are over you in the Lord, and admonish you;
GRK
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
KJV
And to esteem them very highly in love for their work’s sake. And be at peace among yourselves.
GRK
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
KJV
Now we exhort you, brethren, warn them that are unruly, comfort the feebleminded, support the weak, be patient toward all men.
GRK
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
KJV
See that none render evil for evil unto any man; but ever follow that which is good, both among yourselves, and to all men.
GRK
πάντοτε χαίρετε·
KJV
Rejoice evermore.
GRK
ἀδιαλείπτως προσεύχεσθε·
KJV
Pray without ceasing.
GRK
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
KJV
In every thing give thanks: for this is the will of God in Christ Jesus concerning you.
GRK
τὸ πνεῦμα μὴ σβέννυτε·
KJV
Quench not the Spirit.
GRK
προφητείας μὴ ἐξουθενεῖτε·
KJV
Despise not prophesyings.
GRK
πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε·
KJV
Prove all things; hold fast that which is good.
GRK
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
KJV
Abstain from all appearance of evil.
GRK
αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
KJV
And the very God of peace sanctify you wholly; and I pray God your whole spirit and soul and body be preserved blameless unto the coming of our Lord Jesus Christ.
GRK
πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
KJV
Faithful is he that calleth you, who also will do it.
GRK
Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
KJV
Brethren, pray for us.
GRK
Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
KJV
Greet all the brethren with an holy kiss.
GRK
Ὁρκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς.
KJV
I charge you by the Lord that this epistle be read unto all the holy brethren.
GRK
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. ἀμήν.
KJV
The grace of our Lord Jesus Christ be with you. Amen.