Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Μετʼ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς, καὶ ἐπὶ τῶν πραγμάτων, λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι,
KJV
Not long after this, Lysias the king’s protector and cousin, who also managed the affairs, took sore displeasure for the things that were done.
GRK
συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς Ἰουδαίους, λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν,
KJV
And when he had gathered about fourscore thousand with all the horsemen, he came against the Jews, thinking to make the city an habitation of the Gentiles,
GRK
τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατʼ ἔτος ποιήσειν,
KJV
And to make a gain of the temple, as of the other chapels of the heathen, and to set the high priesthood to sale every year:
GRK
οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα.
KJV
Not at all considering the power of God but puffed up with his ten thousands of footmen, and his thousands of horsemen, and his fourscore elephants.
GRK
Εἰσελθὼν δὲ εἰς τὴν Ἰουδαίαν, καὶ συνεγγίσας τῷ Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ Ἱεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν.
KJV
So he came to Judea, and drew near to Bethsura, which was a strong town, but distant from Jerusalem about five furlongs, and he laid sore siege unto it.
GRK
Ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετʼ ὀδύρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον, ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ἰσραήλ.
KJV
Now when they that were with Maccabeus heard that he besieged the holds, they and all the people with lamentation and tears besought the Lord that he would send a good angel to deliver Israel.
GRK
Αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας, ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν.
KJV
Then Maccabeus himself first of all took weapons, exhorting the other that they would jeopard themselves together with him to help their brethren: so they went forth together with a willing mind.
GRK
Αὐτόθι δὲ καὶ πρὸς τοῖς Ἱεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων.
KJV
And as they were at Jerusalem, there appeared before them on horseback one in white clothing, shaking his armour of gold.
GRK
Ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν, καὶ ἐπεῤῥώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους, καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι.
KJV
Then they praised the merciful God all together, and took heart, insomuch that they were ready not only to fight with men, but with most cruel beasts, and to pierce through walls of iron.
GRK
Προσῆγον ἐν διασκευῇ τὸν ἀπʼ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου.
KJV
Thus they marched forward in their armour, having an helper from heaven: for the Lord was merciful unto them
GRK
Λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους, κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν.
KJV
And giving a charge upon their enemies like lions, they slew eleven thousand footmen, and sixteen hundred horsemen, and put all the other to flight.
GRK
Οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη.
KJV
Many of them also being wounded escaped naked; and Lysias himself fled away shamefully, and so escaped.
GRK
Οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἐαυτὸν ἐλάσσωμα, καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Ἑβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς,
KJV
Who, as he was a man of understanding, casting with himself what loss he had had, and considering that the Hebrews could not be overcome, because the Almighty God helped them, he sent unto them,
GRK
προσαποστείλας ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις· καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι.
KJV
And persuaded them to agree to all reasonable conditions, and promised that he would persuade the king that he must needs be a friend unto them.
GRK
Ἐπένευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ βασιλεύς.
KJV
Then Maccabeus consented to all that Lysias desired, being careful of the common good; and whatsoever Maccabeus wrote unto Lysias concerning the Jews, the king granted it.
GRK
Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιοτολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.
KJV
For there were letters written unto the Jews from Lysias to this effect: Lysias unto the people of the Jews sendeth greeting:
GRK
Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν, ἠξίουν περὶ τῶν διʼ αὐτοῦ σημαινομένων.
KJV
John and Absolom, who were sent from you, delivered me the petition subscribed, and made request for the performance of the contents thereof.
GRK
Ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν.
KJV
Therefore what things soever were meet to be reported to the king, I have declared them, and he hath granted as much as might be.
GRK
Ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι.
KJV
And if then ye will keep yourselves loyal to the state, hereafter also will I endeavour to be a means of your good.
GRK
Ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν.
KJV
But of the particulars I have given order both to these and the other that came from me, to commune with you.
GRK
Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου εἰκοστῇ τετάρτῃ.
KJV
Fare ye well. The hundred and eight and fortieth year, the four and twentieth day of the month Dioscorinthius.
GRK
Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν.
KJV
Now the king’s letter contained these words: King Antiochus unto his brother Lysias sendeth greeting:
GRK
Τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν,
KJV
Since our father is translated unto the gods, our will is, that they that are in our realm live quietly, that every one may attend upon his own affairs.
GRK
ἀκηκοότες τοὺς Ἰουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας, καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν·
KJV
We understand also that the Jews would not consent to our father, for to be brought unto the custom of the Gentiles, but had rather keep their own manner of living: for the which cause they require of us, that we should suffer them to live after their own laws.
GRK
Αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό, τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι, καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη.
KJV
Wherefore our mind is, that this nation shall be in rest, and we have determined to restore them their temple, that they may live according to the customs of their forefathers.
GRK
Εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιὰς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν, εὔθυμοί τε ὦσι, καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν.
KJV
Thou shalt do well therefore to send unto them, and grant them peace, that when they are certified of our mind, they may be of good comfort, and ever go cheerfully about their own affairs.
GRK
Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν.
KJV
And the letter of the king unto the nation of the Jews was after this manner: King Antiochus sendeth greeting unto the council, and the rest of the Jews:
GRK
Εἰ ἔῤῥωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.
KJV
If ye fare well, we have our desire; we are also in good health.
GRK
Ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις.
KJV
Menelaus declared unto us, that your desire was to return home, and to follow your own business:
GRK
Τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας,
KJV
Wherefore they that will depart shall have safe conduct till the thirtieth day of Xanthicus with security.
GRK
χρῆσθαι τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατʼ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων.
KJV
And the Jews shall use their own kind of meats and laws, as before; and none of them any manner of ways shall be molested for things ignorantly done.
GRK
Πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς.
KJV
I have sent also Menelaus, that he may comfort you.
GRK
Ἔῤῥωσθε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ.
KJV
Fare ye well. In the hundred forty and eighth year, and the fifteenth day of the month Xanthicus.
GRK
Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαιοῖ πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβύται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν.
KJV
The Romans also sent unto them a letter containing these words: Quintus Memmius and Titus Manlius, ambassadors of the Romans, send greeting unto the people of the Jews.
GRK
Ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν.
KJV
Whatsoever Lysias the king’s cousin hath granted, therewith we also are well pleased.
GRK
Ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν.
KJV
But touching such things as he judged to be referred to the king, after ye have advised thereof, send one forthwith, that we may declare as it is convenient for you: for we are now going to Antioch.
GRK
Διὸ σπεύσατε, καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης.
KJV
Therefore send some with speed, that we may know what is your mind.
GRK
Ὑγιαίνετε· ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ.
KJV
Farewell. This hundred and eight and fortieth year, the fifteenth day of the month Xanthicus.