Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Ὁ δὲ προειρημένος Σίμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς, ἐκακολόγει τὸν Ὀνίαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς, καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς.
KJV This Simon now, of whom we spake afore, having been a betrayer of the money, and of his country, slandered Onias, as if he had terrified Heliodorus, and been the worker of these evils.
2
GRK Καὶ τὸν εὐεργέτην τῆς πόλεως, καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν, καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.
KJV Thus was he bold to call him a traitor, that had deserved well of the city, and tendered his own nation, and was so zealous of the laws.
3
GRK Τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,
KJV But when their hatred went so far, that by one of Simon’s faction murders were committed,
4
GRK συνορῶν ὁ Ὀνίας τὸ χαλεπὸν τῆς φιλονεικίας, καὶ Ἀπολλώνιον μαίνεσθαι, ὡς τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,
KJV Onias seeing the danger of this contention, and that Apollonius, as being the governor of Celosyria and Phenice, did rage, and increase Simon’s malice,
5
GRK ὡς τὸν βασιλέα διεκομίσθη, οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ συμφέρον κοινῇ κατʼ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν.
KJV He went to the king, not to be an accuser of his countrymen, but seeking the good of all, both publick and private:
6
GRK Ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα, καὶ τὸν Σίμωνα παῦλαν οὐ ληψόμενον τῆς ἀνοίας.
KJV For he saw that it was impossible that the state should continue quiet, and Simon leave his folly, unless the king did look thereunto.
7
GRK Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην,
KJV But after the death of Seleucus, when Antiochus, called Epiphanes, took the kingdom, Jason the brother of Onias laboured underhand to be high priest,
8
GRK ἐπαγγειλάμενος τῷ βασιλεῖ διʼ ἐντεύξεως ἀργυοίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα,
KJV Promising unto the king by intercession three hundred and threescore talents of silver, and of another revenue eighty talents:
9
GRK πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράψαι πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν συγχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ, γυμνάσιον καὶ ἐφηβίαν αὐτῷ συστήσασθαι, καὶ τοὺς ἐν Ἰεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι.
KJV Beside this, he promised to assign an hundred and fifty more, if he might have licence to set him up a place for exercise, and for the training up of youth in the fashions of the heathen, and to write them of Jerusalem by the name of Antiochians.
10
GRK Ἐπινεύσαντος δὲ τοῦ βασιλέως, καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως ἐπὶ τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετῆγε.
KJV Which when the king had granted, and he had gotten into his hand the rule he forthwith brought his own nation to Greekish fashion.
11
GRK Καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσατο· καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.
KJV And the royal privileges granted of special favour to the Jews by the means of John the father of Eupolemus, who went ambassador to Rome for amity and aid, he took away; and putting down the governments which were according to the law, he brought up new customs against the law:
12
GRK Ἀσμένως γὰρ ὑπʼ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσε, καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων, ὑπὸ πέτασον ἦγεν.
KJV For he built gladly a place of exercise under the tower itself, and brought the chief young men under his subjection, and made them wear a hat.
13
GRK Ἦν δʼ οὕτως ἀκμή τις Ἑλληνισμοῦ, καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν,
KJV Now such was the height of Greek fashions, and increase of heathenish manners, through the exceeding profaneness of Jason, that ungodly wretch, and no high priest;
14
GRK ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν ναοῦ καταφρονοῦντες, καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρᾳ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόκλησιν.
KJV That the priests had no courage to serve any more at the altar, but despising the temple, and neglecting the sacrifices, hastened to be partakers of the unlawful allowance in the place of exercise, after the game of Discus called them forth;
15
GRK Καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι.
KJV Not setting by the honours of their fathers, but liking the glory of the Grecians best of all.
16
GRK Ὧν χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς, καὶ καθάπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον.
KJV By reason whereof sore calamity came upon them: for they had them to be their enemies and avengers, whose custom they followed so earnestly, and unto whom they desired to be like in all things.
17
GRK Ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει.
KJV For it is not a light thing to do wickedly against the laws of God: but the time following shall declare these things.
18
GRK Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ, καὶ τοῦ βασιλέως παρόντος,
KJV Now when the game that was used every fifth year was kept at Tyrus, the king being present,
19
GRK ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ἀπὸ Ἱεροσολύμων Ἀντιοχεῖς ὄντας, παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν· ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι πρὸς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην.
KJV This ungracious Jason sent special messengers from Jerusalem, who were Antiochians, to carry three hundred drachms of silver to the sacrifice of Hercules, which even the bearers thereof thought fit not to bestow upon the sacrifice, because it was not convenient, but to be reserved for other charges.
20
GRK Ἔπεμψεν οὖν ταῦτα, διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων, εἰς τὰς τῶν τριήρων κατασκευάς.
KJV This money then, in regard of the sender, was appointed to Hercules’ sacrifice; but because of the bearers thereof, it was employed to the making of gallies.
21
GRK Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια Πτολεμαίου τοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶυ αὐτῶν γεγονέναι πραγμάτων, τῆς κατʼ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος, κατήντησεν εἰς Ἰεροσόλυμα.
KJV Now when Apollonius the son of Menestheus was sent into Egypt for the coronation of king Ptolemeus Philometor, Antiochus, understanding him not to be well affected to his affairs, provided for his own safety: whereupon he came to Joppa, and from thence to Jerusalem:
22
GRK Μεγαλοπρεπῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως παραδεχθεὶς, μετὰ δᾳδουχίας καὶ βοῶν εἰσπεπόρευται εἶθʼ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσε.
KJV Where he was honourably received of Jason, and of the city, and was brought in with torch alight, and with great shoutings: and so afterward went with his host unto Phenice.
23
GRK Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.
KJV Three years afterward Jason sent Menelaus, the aforesaid Simon’s brother, to bear the money unto the king, and to put him in mind of certain necessary matters.
24
GRK Ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ, καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησε τὴν ἀρχιερωσύνην, ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια.
KJV But he being brought to the presence of the king, when he had magnified him for the glorious appearance of his power, got the priesthood to himself, offering more than Jason by three hundred talents of silver.
25
GRK Λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο, τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου, καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων.
KJV So he came with the king’s mandate, bringing nothing worthy the high priesthood, but having the fury of a cruel tyrant, and the rage of a savage beast.
26
GRK Καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο.
KJV Then Jason, who had undermined his own brother, being undermined by another, was compelled to flee into the country of the Ammonites.
27
GRK Ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει,
KJV So Menelaus got the principality: but as for the money that he had promised unto the king, he took no good order for it, albeit Sostratis the ruler of the castle required it:
28
GRK ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν φόρων πρᾶξις· διʼ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν.
KJV For unto him appertained the gathering of the customs. Wherefore they were both called before the king.
29
GRK Καὶ ὁ μὲν Μενέλαος ἀπέλιπε τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ, Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.
KJV Now Menelaus left his brother Lysimachus in his stead in the priesthood; and Sostratus left Crates, who was governor of the Cyprians.
30
GRK Τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς, καὶ Μαλλώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι.
KJV While those things were in doing, they of Tarsus and Mallos made insurrection, because they were given to the king’s concubine, called Antiochus.
31
GRK Θᾶττον οὖν ὁ βασιλεὺς ἧκε καταστεῖλαι τὰ πράγματα, καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κειμένων.
KJV Then came the king in all haste to appease matters, leaving Andronicus, a man in authority, for his deputy.
32
GRK Νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανε πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.
KJV Now Menelaus, supposing that he had gotten a convenient time, stole certain vessels of gold out of the temple, and gave some of them to Andronicus, and some he sold into Tyrus and the cities round about.
33
GRK Ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνίας, παρήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης.
KJV Which when Onias knew of a surety, he reproved him, and withdrew himself into a sanctuary at Daphne, that lieth by Antiochia.
34
GRK Ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν, καὶ πεισθεὶς ἐπὶ δόλῳ, καὶ δεξιὰς μεθʼ ὅρκων δοὺς, καίπερ ἐν ὑποψίᾳ κείμενος ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον.
KJV Wherefore Menelaus, taking Andronicus apart, prayed him to get Onias into his hands; who being persuaded thereunto, and coming to Onias in deceit, gave him his right hand with oaths; and though he were suspected by him, yet persuaded he him to come forth of the sanctuary: whom forthwith he shut up without regard of justice.
35
GRK Διʼ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον, καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ.
KJV For the which cause not only the Jews, but many also of other nations, took great indignation, and were much grieved for the unjust murder of the man.
36
GRK Τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι συμισοπονηρούντων καὶ τῶν Ἑλλήνων, ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτάνθαι.
KJV And when the king was come again from the places about Cilicia, the Jews that were in the city, and certain of the Greeks that abhorred the fact also, complained because Onias was slain without cause.
37
GRK Ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς, καὶ τραπεὶς εἰς ἔλεον, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην, καὶ πολλὴν εὐταξίαν,
KJV Therefore Antiochus was heartily sorry, and moved to pity, and wept, because of the sober and modest behaviour of him that was dead.
38
GRK καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος, καὶ τοὺς χιτῶνας περιῤῥήξας, περιαγαγὼν καθʼ ὅλην τὴν πόλιν, ἐπʼ αὐτὸν τὸν τόπον οὗπερ εἰς τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.
KJV And being kindled with anger, forthwith he took away Andronicus his purple, and rent off his clothes, and leading him through the whole city unto that very place, where he had committed impiety against Onias, there slew he the cursed murderer. Thus the Lord rewarded him his punishment, as he had deserved.
39
GRK Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς Μενελάου γνώμης, καὶ διαδοθείσης ἔξω τῆς φήμης, ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον, χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.
KJV Now when many sacrileges had been committed in the city by Lysimachus with the consent of Menelaus, and the fruit thereof was spread abroad, the multitude gathered themselves together against Lysimachus, many vessels of gold being already carried away.
40
GRK Ἐπεγειρομένων δὲ τῶν ὄχλων, καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς Τυράννου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν.
KJV Whereupon the common people rising, and being filled with rage, Lysimachus armed about three thousand men, and began first to offer violence; one Auranus being the leader, a man far gone in years, and no less in folly.
41
GRK Συνιδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου, συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.
KJV They then seeing the attempt of Lysimachus, some of them caught stones, some clubs, others taking handfuls of dust, that was next at hand, cast them all together upon Lysimachus, and those that set upon them.
42
GRK Διʼ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.
KJV Thus many of them they wounded, and some they struck to the ground, and all of them they forced to flee: but as for the churchrobber himself, him they killed beside the treasury.
43
GRK Περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον.
KJV Of these matters therefore there was an accusation laid against Menelaus.
44
GRK Καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες ἄνδρες τρεῖς ὑπὸ τῆς γερουσίας.
KJV Now when the king came to Tyrus, three men that were sent from the senate pleaded the cause before him:
45
GRK Ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ τῷ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα.
KJV But Menelaus, being now convicted, promised Ptolemee the son of Dorymenes to give him much money, if he would pacify the king toward him.
46
GRK Ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα, μετέθηκε.
KJV Whereupon Ptolemee taking the king aside into a certain gallery, as it were to take the air, brought him to be of another mind:
47
GRK Καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσε τῶν κατηγορημάτων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἄν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινε.
KJV Insomuch that he discharged Menelaus from the accusations, who notwithstanding was cause of all the mischief: and those poor men, who, if they had told their cause, yea, before the Scythians, should have been judged innocent, them he condemned to death.
48
GRK Ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ ὑπὲρ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προαγορεύσαντες.
KJV Thus they that followed the matter for the city, and for the people, and for the holy vessels, did soon suffer unjust punishment.
49
GRK Διʼ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν.
KJV Wherefore even they of Tyrus, moved with hatred of that wicked deed, caused them to be honourably buried.
50
GRK Ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας, ἔμενεν ἐπὶ τῆς ἀρχῆς, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
KJV And so through the covetousness of them that were of power Menelaus remained still in authority, increasing in malice, and being a great traitor to the citizens.