Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἔστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν, τοὺς δικάσαντας τὸν Ἰσραὴλ, καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν,
KJV
Therefore the Lord hath made good his word, which he pronounced against us, and against our judges that judged Israel, and against our kings, and against our princes, and against the men of Israel and Juda,
GRK
καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα, τοῦ ἀγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, καθὰ ἐποίησεν ἐν Ἱερουσαλὴμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,
KJV
To bring upon us great plagues, such as never happened under the whole heaven, as it came to pass in Jerusalem, according to the things that were written in the law of Moses;
GRK
τοῦ φαγεῖν ἡμᾶς, ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ.
KJV
That a man should eat the flesh of his own son, and the flesh of his own daughter.
GRK
Καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν, καὶ ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖ.
KJV
Moreover he hath delivered them to be in subjection to all the kingdoms that are round about us, to be as a reproach and desolation among all the people round about, where the Lord hath scattered them.
GRK
Καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.
KJV
Thus we were cast down, and not exalted, because we have sinned against the Lord our God, and have not been obedient unto his voice.
GRK
Τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων, ὡς ἡ ἡμέρα αὕτη.
KJV
To the Lord our God appertaineth righteousness: but unto us and to our fathers open shame, as appeareth this day.
GRK
Ἃ ἐλάλησε Κύριος ἐφʼ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἃ ἦλθεν ἐφʼ ἡμᾶς,
KJV
For all these plagues are come upon us, which the Lord hath pronounced against us
GRK
καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου, τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
KJV
Yet have we not prayed before the Lord, that we might turn every one from the imaginations of his wicked heart.
GRK
Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφʼ ἡμᾶς, ὅτι δίκαιος ὁ Κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν.
KJV
Wherefore the Lord watched over us for evil, and the Lord hath brought it upon us: for the Lord is righteous in all his works which he hath commanded us.
GRK
Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν·
KJV
Yet we have not hearkened unto his voice, to walk in the commandments of the Lord, that he hath set before us.
GRK
Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν δυνάμει μεγάλῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη,
KJV
And now, O Lord God of Israel, that hast brought thy people out of the land of Egypt with a mighty hand, and high arm, and with signs, and with wonders, and with great power, and hast gotten thyself a name, as appeareth this day:
GRK
ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσι τοῖς δικαιώμασί σου.
KJV
O Lord our God, we have sinned, we have done ungodly, we have dealt unrighteously in all thine ordinances.
GRK
Ἀποστραφήτω ὁ θυμός σου ἀφʼ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ.
KJV
Let thy wrath turn from us: for we are but a few left among the heathen, where thou hast scattered us.
GRK
Εἰσάκουσον Κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου, καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,
KJV
Hear our prayers, O Lord, and our petitions, and deliver us for thine own sake, and give us favour in the sight of them which have led us away:
GRK
ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ τὸ γένος αὐτοῦ.
KJV
That all the earth may know that thou art the Lord our God, because Israel and his posterity is called by thy name.
GRK
Κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς, καὶ κλῖνον Κύριε τὸ οὖς σου, καὶ ἄκουσον.
KJV
O Lord, look down from thine holy house, and consider us: bow down thine ear, O Lord, to hear us.
GRK
Ἄνοιξον ὀφθαλμούς σου, καὶ ἴδε, ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσι δόξαν καὶ δικαίωμα τῷ Κυρίῳ·
KJV
Open thine eyes, and behold; for the dead that are in the graves, whose souls are taken from their bodies, will give unto the Lord neither praise nor righteousness:
GRK
ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώσουσί σοι δόξαν, καὶ δικαιοσύνην, Κύριε.
KJV
But the soul that is greatly vexed, which goeth stooping and feeble, and the eyes that fail, and the hungry soul, will give thee praise and righteousness, O Lord.
GRK
Ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον κατὰ πρόσωπόν σου, Κύριε ὁ Θεὸς ἡμῶν·
KJV
Therefore we do not make our humble supplication before thee, O Lord our God, for the righteousness of our fathers, and of our kings.
GRK
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν·
KJV
For thou hast sent out thy wrath and indignation upon us, as thou hast spoken by thy servants the prophets, saying,
GRK
Οὕτως εἶπε Κύριος, κλίνατε τὸν ὦμον ὑμῶν, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καθίσατε ἐπὶ τὴν γῆν, ἣν δέδωκα τοῖς πατράσιν ὑμῶν.
KJV
Thus saith the Lord, Bow down your shoulders to serve the king of Babylon: so shall ye remain in the land that I gave unto your fathers.
GRK
Καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος,
KJV
But if ye will not hear the voice of the Lord, to serve the king of Babylon,
GRK
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.
KJV
I will cause to cease out of the cites of Judah, and from without Jerusalem, the voice of mirth, and the voice of joy, the voice of the bridegroom, and the voice of the bride: and the whole land shall be desolate of inhabitants.
GRK
Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου, ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος· καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶ τῶν παίδων σου τῶν προφητῶν, τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν.
KJV
But we would not hearken unto thy voice, to serve the king of Babylon: therefore hast thou made good the words that thou spakest by thy servants the prophets, namely, that the bones of our kings, and the bones of our fathers, should be taken out of their place.
GRK
Καὶ ἰδού ἐστιν ἐξεῤῥιμμένα τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ.
KJV
And, lo, they are cast out to the heat of the day, and to the frost of the night, and they died in great miseries by famine, by sword, and by pestilence.
GRK
Καὶ ἔθηκας τὸν οἶκον, οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη, διὰ πονηρίαν οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα.
KJV
And the house which is called by thy name hast thou laid waste, as it is to be seen this day, for the wickedness of the house of Israel and the house of Juda.
GRK
Καὶ ἐποίησας εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου, καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν,
KJV
O Lord our God, thou hast dealt with us after all thy goodness, and according to all that great mercy of thine,
GRK
καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ, ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ἰσραὴλ, λέγων.
KJV
As thou spakest by thy servant Moses in the day when thou didst command him to write the law before the children of Israel, saying,
GRK
Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου, ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ·
KJV
If ye will not hear my voice, surely this very great multitude shall be turned into a small number among the nations, where I will scatter them.
GRK
Ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσί μου, ὅτι λαὸς σκληροτράχηλός ἐστι· καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν,
KJV
For I knew that they would not hear me, because it is a stiffnecked people: but in the land of their captivities they shall remember themselves.
GRK
καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα,
KJV
And shall know that I am the Lord their God: for I will give them an heart, and ears to hear:
GRK
καὶ αἰνέσουσί με ἐν γῇ ἀποικισμοῦ αὐτῶν· καὶ μνησθήσονται τοῦ ὀνόματός μου,
KJV
And they shall praise me in the land of their captivity, and think upon my name,
GRK
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ, καὶ ἀπὸ πονηρῶν προσταγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου.
KJV
And return from their stiff neck, and from their wicked deeds: for they shall remember the way of their fathers, which sinned before the Lord.
GRK
Καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, τῷ Ἁβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληθυνῶ αὐτοὺς, καὶ οὐ μὴ σμικρυνθῶσι.
KJV
And I will bring them again into the land which I promised with an oath unto their fathers, Abraham, Isaac, and Jacob, and they shall be lords of it: and I will increase them, and they shall not be diminished.
GRK
Καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον, τοῦ εἶναί με αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.
KJV
And I will make an everlasting covenant with them to be their God, and they shall be my people: and I will no more drive my people of Israel out of the land that I have given them.