Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστόν Ἰησοῦν
KJV Wherefore, holy brethren, partakers of the heavenly calling, consider the Apostle and High Priest of our profession, Christ Jesus;
2
GRK πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
KJV Who was faithful to him that appointed him, as also Moses was faithful in all his house.
3
GRK πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
KJV For this man was counted worthy of more glory than Moses, inasmuch as he who hath builded the house hath more honour than the house.
4
GRK πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας θεός.
KJV For every house is builded by some man; but he that built all things is God.
5
GRK καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
KJV And Moses verily was faithful in all his house, as a servant, for a testimony of those things which were to be spoken after;
6
GRK Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
KJV But Christ as a son over his own house; whose house are we, if we hold fast the confidence and the rejoicing of the hope firm unto the end.
7
GRK Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
KJV Wherefore (as the Holy Ghost saith, To day if ye will hear his voice,
8
GRK μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
KJV Harden not your hearts, as in the provocation, in the day of temptation in the wilderness:
9
GRK οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐδοκιμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
KJV When your fathers tempted me, proved me, and saw my works forty years.
10
GRK διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
KJV Wherefore I was grieved with that generation, and said, They do alway err in their heart; and they have not known my ways.
11
GRK ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
KJV So I sware in my wrath, They shall not enter into my rest.)
12
GRK Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος·
KJV Take heed, brethren, lest there be in any of you an evil heart of unbelief, in departing from the living God.
13
GRK ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
KJV But exhort one another daily, while it is called To day; lest any of you be hardened through the deceitfulness of sin.
14
GRK μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·
KJV For we are made partakers of Christ, if we hold the beginning of our confidence stedfast unto the end;
15
GRK ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
KJV While it is said, To day if ye will hear his voice, harden not your hearts, as in the provocation.
16
GRK τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως;
KJV For some, when they had heard, did provoke: howbeit not all that came out of Egypt by Moses.
17
GRK τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
KJV But with whom was he grieved forty years? was it not with them that had sinned, whose carcases fell in the wilderness?
18
GRK τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
KJV And to whom sware he that they should not enter into his rest, but to them that believed not?
19
GRK καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.
KJV So we see that they could not enter in because of unbelief.