Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
KJV My brethren, have not the faith of our Lord Jesus Christ, the Lord of glory, with respect of persons.
2
GRK ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι
KJV For if there come unto your assembly a man with a gold ring, in goodly apparel, and there come in also a poor man in vile raiment;
3
GRK καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε αὐτῷ· σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· σὺ στῆθι ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου,
KJV And ye have respect to him that weareth the gay clothing, and say unto him, Sit thou here in a good place; and say to the poor, Stand thou there, or sit here under my footstool:
4
GRK καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
KJV Are ye not then partial in yourselves, and are become judges of evil thoughts?
5
GRK ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί, οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
KJV Hearken, my beloved brethren, Hath not God chosen the poor of this world rich in faith, and heirs of the kingdom which he hath promised to them that love him?
6
GRK ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
KJV But ye have despised the poor. Do not rich men oppress you, and draw you before the judgment seats?
7
GRK οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;
KJV Do not they blaspheme that worthy name by the which ye are called?
8
GRK εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
KJV If ye fulfil the royal law according to the scripture, Thou shalt love thy neighbour as thyself, ye do well:
9
GRK εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
KJV But if ye have respect to persons, ye commit sin, and are convinced of the law as transgressors.
10
GRK ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει πταίσει δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
KJV For whosoever shall keep the whole law, and yet offend in one point, he is guilty of all.
11
GRK ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπεν καὶ μὴ φονεύσῃς. εἰ δὲ οὐ μοιχεύσεις φονεύσεις δέ, γέγονας παραβάτης νόμου.
KJV For he that said, Do not commit adultery, said also, Do not kill. Now if thou commit no adultery, yet if thou kill, thou art become a transgressor of the law.
12
GRK οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
KJV So speak ye, and so do, as they that shall be judged by the law of liberty.
13
GRK ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος· καὶ κατακαυχᾶται ἔλεος κρίσεως.
KJV For he shall have judgment without mercy, that hath shewed no mercy; and mercy rejoiceth against judgment.
14
GRK Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
KJV What doth it profit, my brethren, though a man say he hath faith, and have not works? can faith save him?
15
GRK ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς,
KJV If a brother or sister be naked, and destitute of daily food,
16
GRK εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
KJV And one of you say unto them, Depart in peace, be ye warmed and filled; notwithstanding ye give them not those things which are needful to the body; what doth it profit?
17
GRK οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα, ἔχῃ νεκρά ἐστιν καθ᾽ ἑαυτήν.
KJV Even so faith, if it hath not works, is dead, being alone.
18
GRK Ἀλλ᾽ ἐρεῖ τις· σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων σου, κἀγώ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.
KJV Yea, a man may say, Thou hast faith, and I have works: shew me thy faith without thy works, and I will shew thee my faith by my works.
19
GRK σὺ πιστεύεις ὅτι ὁ θεὸς εἷς ἐστιν καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
KJV Thou believest that there is one God; thou doest well: the devils also believe, and tremble.
20
GRK θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν;
KJV But wilt thou know, O vain man, that faith without works is dead?
21
GRK Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
KJV Was not Abraham our father justified by works, when he had offered Isaac his son upon the altar?
22
GRK βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;
KJV Seest thou how faith wrought with his works, and by works was faith made perfect?
23
GRK καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη.
KJV And the scripture was fulfilled which saith, Abraham believed God, and it was imputed unto him for righteousness: and he was called the Friend of God.
24
GRK ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
KJV Ye see then how that by works a man is justified, and not by faith only.
25
GRK Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
KJV Likewise also was not Rahab the harlot justified by works, when she had received the messengers, and had sent them out another way?
26
GRK ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.
KJV For as the body without the spirit is dead, so faith without works is dead also.