Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἐξῆρχεν Ἰουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραὴλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·
KJV
Then Judith began to sing this thanksgiving in all Israel, and all the people sang after her this song of praise.
GRK
Καὶ εἶπεν Ἰουδὶθ, Ἐξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινὸν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ.
KJV
And Judith said, Begin unto my God with timbrels, sing unto my Lord with cymbals: tune unto him a new psalm: exalt him, and call upon his name.
GRK
ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με.
KJV
For God breaketh the battles: for among the camps in the midst of the people he hath delivered me out of the hands of them that persecuted me.
GRK
Ἦλθεν Ἀσσοὺρ ἐξ ὀρέων ἀπὸ βοῤῥᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάῤῥους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς.
KJV
Assur came out of the mountains from the north, he came with ten thousands of his army, the multitude whereof stopped the torrents, and their horsemen have covered the hills.
GRK
Εἶπεν ἐμπρήσειν τὰ ὅριά μου, καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ, καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος, καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν, καὶ τὰς παρθένους μου σκυλεῦσαι.
KJV
He bragged that he would burn up my borders, and kill my young men with the sword, and dash the sucking children against the ground, and make mine infants as a prey, and my virgins as a spoil.
GRK
Κύριος Παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας.
KJV
But the Almighty Lord hath disappointed them by the hand of a woman.
GRK
Οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ Τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ἰουδὶθ θυγάτηρ Μεραρεὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν.
KJV
For the mighty one did not fall by the young men, neither did the sons of the Titans smite him, nor high giants set upon him: but Judith the daughter of Merari weakened him with the beauty of her countenance.
GRK
Ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ἰσραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ, καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ, καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ.
KJV
For she put off the garment of her widowhood for the exaltation of those that were oppressed in Israel, and anointed her face with ointment, and bound her hair in a tire, and took a linen garment to deceive him.
GRK
Τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ· διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ.
KJV
Her sandals ravished his eyes, her beauty took his mind prisoner, and the fauchion passed through his neck.
GRK
Ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐῤῥάχθησαν.
KJV
The Persians quaked at her boldness, and the Medes were daunted at her hardiness.
GRK
Τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου, καὶ ἐπτοήθησαν· ὕψωσαν τὴν φωνὴν αὐτῶν, καὶ ἀνετράπησαν.
KJV
Then my afflicted shouted for joy, and my weak ones cried aloud; but they were astonished: these lifted up their voices, but they were overthrown.
GRK
Υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς, καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς· ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου.
KJV
The sons of the damsels have pierced them through, and wounded them as fugatives’ children: they perished by the battle of the Lord.
GRK
Ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ, καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος.
KJV
I will sing unto the Lord a new song: O Lord, thou art great and glorious, wonderful in strength, and invincible.
GRK
Σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου, ὅτι εἶπας, καὶ ἐγενήθησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.
KJV
Let all creatures serve thee: for thou spakest, and they were made, thou didst send forth thy spirit, and it created them, and there is none that can resist thy voice.
GRK
Ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἐπὶ δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς.
KJV
For the mountains shall be moved from their foundations with the waters, the rocks shall melt as wax at thy presence: yet thou art merciful to them that fear thee.
GRK
Ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον, μέγας διαπαντός.
KJV
For all sacrifice is too little for a sweet savour unto thee, and all the fat is not sufficient for thy burnt offering: but he that feareth the Lord is great at all times.
GRK
Οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως, δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος.
KJV
Woe to the nations that rise up against my kindred! the Lord Almighty will take vengeance of them in the day of judgment, in putting fire and worms in their flesh; and they shall feel them, and weep for ever.
GRK
Ὡς δὲ ἤλθοσαν εἰς Ἱερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ· καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαὸς, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰ ἑκουσία αὐτῶν, καὶ τὰ δόματα.
KJV
Now as soon as they entered into Jerusalem, they worshipped the Lord; and as soon as the people were purified, they offered their burnt offerings, and their free offerings, and their gifts.
GRK
Καὶ ἀνέθηκεν Ἰουδὶθ πάντα τὰ σκεύη Ὀλοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον ὃ ἔλαβεν αὕτς ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάθημα τῷ Θεῷ ἔδωκε.
KJV
Judith also dedicated all the stuff of Holofernes, which the people had given her, and gave the canopy, which she had taken out of his bedchamber, for a gift unto the Lord.
GRK
Καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ἱερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ἰουδὶθ μετʼ αὐτῶν κατέμεινε.
KJV
So the people continued feasting in Jerusalem before the sanctuary for the space of three months and Judith remained with them.
GRK
Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· καὶ Ἰουδὶθ ἀπῆλθεν εἰς Βετυλούα, καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ.
KJV
After this time every one returned to his own inheritance, and Judith went to Bethulia, and remained in her own possession, and was in her time honourable in all the country.
GRK
Καὶ πολλοὶ ἐπεθύμησαν αὐτὴν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφʼ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
KJV
And many desired her, but none knew her all the days of her life, after that Manasses her husband was dead, and was gathered to his people.
GRK
Καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα· καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε, καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν, καὶ ἀπέθανεν εἰς Βετυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ.
KJV
But she increased more and more in honour, and waxed old in her husband’s house, being an hundred and five years old, and made her maid free; so she died in Bethulia: and they buried her in the cave of her husband Manasses.
GRK
καὶ ἐπένθησεν αὐτὴν οἶκος Ἰσραὴλ ἡμέρας ἑπτά· καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν, πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς, καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς.
KJV
And the house of Israel lamented her seven days: and before she died, she did distribute her goods to all them that were nearest of kindred to Manasses her husband, and to them that were the nearest of her kindred.
GRK
Καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς Ἰσραὴλ ἐν ταῖς ἡμέραις Ἰουδὶθ, καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν, ἡμέρας πολλάς.
KJV
And there was none that made the children of Israel any more afraid in the days of Judith, nor a long time after her death.