Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε.
KJV
And in the eighteenth year, the two and twentieth day of the first month, there was talk in the house of Nabuchodonosor king of the Assyrians that he should, as he said, avenge himself on all the earth.
GRK
Καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ, καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ· καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ·
KJV
So he called unto him all his officers, and all his nobles, and communicated with them his secret counsel, and concluded the afflicting of the whole earth out of his own mouth.
GRK
καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
KJV
Then they decreed to destroy all flesh, that did not obey the commandment of his mouth.
GRK
Καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτὸν, καὶ εἶπε πρὸς αὐτὸν,
KJV
And when he had ended his counsel, Nabuchodonosor king of the Assyrians called Holofernes the chief captain of his army, which was next unto him, and said unto him.
GRK
τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς, ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι, καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο,
KJV
Thus saith the great king, the lord of the whole earth, Behold, thou shalt go forth from my presence, and take with thee men that trust in their own strength, of footmen an hundred and twenty thousand; and the number of horses with their riders twelve thousand.
GRK
καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμὰς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου·
KJV
And thou shalt go against all the west country, because they disobeyed my commandment.
GRK
καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτοὺς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου· καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς,
KJV
And thou shalt declare unto that they prepare for me earth and water: for I will go forth in my wrath against them and will cover the whole face of the earth with the feet of mine army, and I will give them for a spoil unto them:
GRK
καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάῤῥους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·
KJV
So that their slain shall fill their valleys and brooks and the river shall be filled with their dead, till it overflow:
GRK
καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.
KJV
And I will lead them captives to the utmost parts of all the earth.
GRK
Σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτοὺς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν.
KJV
Thou therefore shalt go forth. and take beforehand for me all their coasts: and if they will yield themselves unto thee, thou shalt reserve them for me till the day of their punishment.
GRK
Ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.
KJV
But concerning them that rebel, let not thine eye spare them; but put them to the slaughter, and spoil them wheresoever thou goest.
GRK
Ὅτι ζῶν ἐγὼ, καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα, καὶ ποιήσω ταῦτα ἐν χειρί μου.
KJV
For as I live, and by the power of my kingdom, whatsoever I have spoken, that will I do by mine hand.
GRK
Καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλʼ ἐπιτελῶν ἐπιτελέσεις, καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.
KJV
And take thou heed that thou transgress none of the commandments of thy lord, but accomplish them fully, as I have commanded thee, and defer not to do them.
GRK
Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας, καὶ τοὺς στρατηγοὺς, καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ,
KJV
Then Holofernes went forth from the presence of his lord, and called all the governors and captains, and the officers of the army of Assur;
GRK
καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δεκαδύο, καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,
KJV
And he mustered the chosen men for the battle, as his lord had commanded him, unto an hundred and twenty thousand, and twelve thousand archers on horseback;
GRK
καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.
KJV
And he ranged them, as a great army is ordered for the war.
GRK
Καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,
KJV
And he took camels and asses for their carriages, a very great number; and sheep and oxen and goats without number for their provision:
GRK
καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα.
KJV
And plenty of victual for every man of the army, and very much gold and silver out of the king’s house.
GRK
Καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ, καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.
KJV
Then he went forth and all his power to go before king Nabuchodonosor in the voyage, and to cover all the face of the earth westward with their chariots, and horsemen, and their chosen footmen.
GRK
Καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς τυνεξῆλθον αὐτοῖς, καὶ ὡς ἡ ἄμμος τῆς γῇς· οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.
KJV
A great number also sundry countries came with them like locusts, and like the sand of the earth: for the multitude was without number.
GRK
Καὶ ἀπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βαικτιλαὶθ, καὶ ἐπεστρατοπέδευσεν ἀπὸ Βαικτιλαὶθ πλησίον τοῦ ὄρους τοῦ ἐπʼ ἀριστερᾷ τῆς ἄνω Κιλικίας.
KJV
And they went forth of Nineve three days’ journey toward the plain of Bectileth, and pitched from Bectileth near the mountain which is at the left hand of the upper Cilicia.
GRK
Καὶ ἔλαβε πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς, καὶ τοὺς ἱππεῖς, καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν.
KJV
Then he took all his army, his footmen, and horsemen and chariots, and went from thence into the hill country;
GRK
Καὶ διέκοψε τὸ Φοὺδ καὶ Λοὺδ, καὶ ἐπρονόμευσαν πάντας υἱοὺς Ῥασσὶς, καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς Νότον τῆς Χελλαίων.
KJV
And destroyed Phud and Lud, and spoiled all the children of Rasses, and the children of Israel, which were toward the wilderness at the south of the land of the Chellians.
GRK
Καὶ παρῆλθε τὸν Εὐφράτην, καὶ διῆλθε τὴν Μεσοποταμίαν, καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμαῤῥοῦ Ἀβρωνᾶ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.
KJV
Then he went over Euphrates, and went through Mesopotamia, and destroyed all the high cities that were upon the river Arbonai, till ye come to the sea.
GRK
Καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλίκιας, καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ· καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ, τὰ πρὸς Νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.
KJV
And he took the borders of Cilicia, and killed all that resisted him, and came to the borders of Japheth, which were toward the south, over against Arabia.
GRK
Καὶ ἐκύκλωσε πάντας τοὺς υἱοὺς Μαδιὰν, καὶ ἐνέπρησε τὰ σκηνώματα αὐτῶν, καὶ ἐπρονόμευσε τὰς μάνδρας αὐτῶν.
KJV
He compassed also all the children of Madian, and burned up their tabernacles, and spoiled their sheepcotes.
GRK
Καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ ἐνέπρησε πάντας τοὺς ἀγροὺς αὐτῶν· καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν, καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσε, καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησε, καὶ ἐπάταξε πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας.
KJV
Then he went down into the plain of Damascus in the time of wheat harvest, and burnt up all their fields, and destroyed their flocks and herds, also he spoiled their cities, and utterly wasted their countries, and smote all their young men with the edge of the sword.
GRK
Καὶ ἐπέπεσεν ὁ φόβος καὶ ὁ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ, καὶ τοὺς κατοικοῦντας Σοὺρ, καὶ Ὀκινὰ, καὶ πάντας τοὺς κατοικοῦντας Ἱεμναάν· καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα.
KJV
Therefore the fear and dread of him fell upon all the inhabitants of the sea coasts, which were in Sidon and Tyrus, and them that dwelt in Sur and Ocina, and all that dwelt in Jemnaan; and they that dwelt in Azotus and Ascalon feared him greatly.