Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες·
KJV
Then came to Jesus scribes and Pharisees, which were of Jerusalem, saying,
GRK
διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
KJV
Why do thy disciples transgress the tradition of the elders? for they wash not their hands when they eat bread.
GRK
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
KJV
But he answered and said unto them, Why do ye also transgress the commandment of God by your tradition?
GRK
ὁ γὰρ θεὸς ἐνετείλατο λέγων· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
KJV
For God commanded, saying, Honour thy father and mother: and, He that curseth father or mother, let him die the death.
GRK
ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἡ τὴν μητέρα αὐτοῦ
KJV
But ye say, Whosoever shall say to his father or his mother, It is a gift, by whatsoever thou mightest be profited by me;
GRK
καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
KJV
And honour not his father or his mother, he shall be free. Thus have ye made the commandment of God of none effect by your tradition.
GRK
Ὑποκριταί, καλῶς Προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·
KJV
Ye hypocrites, well did Esaias prophesy of you, saying,
GRK
Ἐγγίζει μοι Ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
KJV
This people draweth nigh unto me with their mouth, and honoureth me with their lips; but their heart is far from me.
GRK
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
KJV
But in vain they do worship me, teaching for doctrines the commandments of men.
GRK
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε·
KJV
¶ And he called the multitude, and said unto them, Hear, and understand:
GRK
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
KJV
Not that which goeth into the mouth defileth a man; but that which cometh out of the mouth, this defileth a man.
GRK
Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
KJV
Then came his disciples, and said unto him, Knowest thou that the Pharisees were offended, after they heard this saying?
GRK
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
KJV
But he answered and said, Every plant, which my heavenly Father hath not planted, shall be rooted up.
GRK
ἄφετε αὐτούς· ὁδηγοί εἰσιν τυφλοί τυφλῶν. τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
KJV
Let them alone: they be blind leaders of the blind. And if the blind lead the blind, both shall fall into the ditch.
GRK
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
KJV
Then answered Peter and said unto him, Declare unto us this parable.
GRK
Ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
KJV
And Jesus said, Are ye also yet without understanding?
GRK
Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
KJV
Do not ye yet understand, that whatsoever entereth in at the mouth goeth into the belly, and is cast out into the draught?
GRK
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
KJV
But those things which proceed out of the mouth come forth from the heart; and they defile the man.
GRK
ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
KJV
For out of the heart proceed evil thoughts, murders, adulteries, fornications, thefts, false witness, blasphemies:
GRK
ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
KJV
These are the things which defile a man: but to eat with unwashen hands defileth not a man.
GRK
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
KJV
¶ Then Jesus went thence, and departed into the coasts of Tyre and Sidon.
GRK
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, κύριε υἱὲ Δαβίδ. ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
KJV
And, behold, a woman of Canaan came out of the same coasts, and cried unto him, saying, Have mercy on me, O Lord, thou Son of David; my daughter is grievously vexed with a devil.
GRK
Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
KJV
But he answered her not a word. And his disciples came and besought him, saying, Send her away; for she crieth after us.
GRK
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
KJV
But he answered and said, I am not sent but unto the lost sheep of the house of Israel.
GRK
Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· κύριε, βοήθει μοι.
KJV
Then came she and worshipped him, saying, Lord, help me.
GRK
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
KJV
But he answered and said, It is not meet to take the children’s bread, and to cast it to dogs.
GRK
Ἡ δὲ εἶπεν· ναὶ κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
KJV
And she said, Truth, Lord: yet the dogs eat of the crumbs which fall from their masters’ table.
GRK
Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
KJV
Then Jesus answered and said unto her, O woman, great is thy faith: be it unto thee even as thou wilt. And her daughter was made whole from that very hour.
GRK
Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
KJV
And Jesus departed from thence, and came nigh unto the sea of Galilee; and went up into a mountain, and sat down there.
GRK
καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλοὺς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐθεράπευσεν αὐτοὺς
KJV
And great multitudes came unto him, having with them those that were lame, blind, dumb, maimed, and many others, and cast them down at Jesus’ feet; and he healed them:
GRK
ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας. καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
KJV
Insomuch that the multitude wondered, when they saw the dumb to speak, the maimed to be whole, the lame to walk, and the blind to see: and they glorified the God of Israel.
GRK
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν. καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
KJV
¶ Then Jesus called his disciples unto him, and said, I have compassion on the multitude, because they continue with me now three days, and have nothing to eat: and I will not send them away fasting, lest they faint in the way.
GRK
καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
KJV
And his disciples say unto him, Whence should we have so much bread in the wilderness, as to fill so great a multitude?
GRK
Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτὰ καὶ ὀλίγα ἰχθύδια.
KJV
And Jesus saith unto them, How many loaves have ye? And they said, Seven, and a few little fishes.
GRK
καὶ ἐκέλευσεν τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν
KJV
And he commanded the multitude to sit down on the ground.
GRK
καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τῷ ὄχλῷ
KJV
And he took the seven loaves and the fishes, and gave thanks, and brake them, and gave to his disciples, and the disciples to the multitude.
GRK
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν, τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις.
KJV
And they did all eat, and were filled: and they took up of the broken meat that was left seven baskets full.
GRK
οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
KJV
And they that did eat were four thousand men, beside women and children.
GRK
Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά
KJV
And he sent away the multitude, and took ship, and came into the coasts of Magdala.