Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
KJV
And straightway in the morning the chief priests held a consultation with the elders and scribes and the whole council, and bound Jesus, and carried him away, and delivered him to Pilate.
GRK
Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ σὺ λέγεις.
KJV
And Pilate asked him, Art thou the King of the Jews? And he answering said unto him, Thou sayest it.
GRK
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο
KJV
And the chief priests accused him of many things: but he answered nothing.
GRK
Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν
KJV
And Pilate asked him again, saying, Answerest thou nothing? behold how many things they witness against thee.
GRK
Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
KJV
But Jesus yet answered nothing; so that Pilate marvelled.
GRK
κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ᾐτοῦντο
KJV
Now at that feast he released unto them one prisoner, whomsoever they desired.
GRK
ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
KJV
And there was one named Barabbas, which lay bound with them that had made insurrection with him, who had committed murder in the insurrection.
GRK
καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
KJV
And the multitude crying aloud began to desire him to do as he had ever done unto them.
GRK
Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
KJV
But Pilate answered them, saying, Will ye that I release unto you the King of the Jews?
GRK
ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
KJV
For he knew that the chief priests had delivered him for envy.
GRK
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
KJV
But the chief priests moved the people, that he should rather release Barabbas unto them.
GRK
Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων;
KJV
And Pilate answered and said again unto them, What will ye then that I shall do unto him whom ye call the King of the Jews?
GRK
οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.
KJV
And they cried out again, Crucify him.
GRK
ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ κακόν; ἐποίησεν οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν.
KJV
Then Pilate said unto them, Why, what evil hath he done? And they cried out the more exceedingly, Crucify him.
GRK
ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
KJV
¶ And so Pilate, willing to content the people, released Barabbas unto them, and delivered Jesus, when he had scourged him, to be crucified.
GRK
Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν
KJV
And the soldiers led him away into the hall, called Prætorium; and they call together the whole band.
GRK
καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον
KJV
And they clothed him with purple, and platted a crown of thorns, and put it about his head,
GRK
καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε βασιλεῦ τῶν Ἰουδαίων.
KJV
And began to salute him, Hail, King of the Jews!
GRK
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
KJV
And they smote him on the head with a reed, and did spit upon him, and bowing their knees worshipped him.
GRK
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
KJV
And when they had mocked him, they took off the purple from him, and put his own clothes on him, and led him out to crucify him.
GRK
καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
KJV
And they compel one Simon a Cyrenian, who passed by, coming out of the country, the father of Alexander and Rufus, to bear his cross.
GRK
καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον, κρανίου τόπος.
KJV
And they bring him unto the place Golgotha, which is, being interpreted, The place of a skull.
GRK
καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβεν.
KJV
And they gave him to drink wine mingled with myrrh: but he received it not.
GRK
Καὶ σταυρώσαντες αὐτὸν διεμερίζον τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ.
KJV
And when they had crucified him, they parted his garments, casting lots upon them, what every man should take.
GRK
ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
KJV
And it was the third hour, and they crucified him.
GRK
καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων.
KJV
And the superscription of his accusation was written over, THE KING OF THE JEWS.
GRK
καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
KJV
And with him they crucify two thieves; the one on his right hand, and the other on his left.
GRK
καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, καὶ μετὰ ἀνόμων ἐλογίσθη.
KJV
And the scripture was fulfilled, which saith, And he was numbered with the transgressors.
GRK
καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις, οἰκοδομῶν
KJV
And they that passed by railed on him, wagging their heads, and saying, Ah, thou that destroyest the temple, and buildest it in three days,
GRK
σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
KJV
Save thyself, and come down from the cross.
GRK
ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
KJV
Likewise also the chief priests mocking said among themselves with the scribes, He saved others; himself he cannot save.
GRK
ὁ χριστός, ὁ βασιλεὺς τοῦ Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
KJV
Let Christ the King of Israel descend now from the cross, that we may see and believe. And they that were crucified with him reviled him.
GRK
γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης.
KJV
And when the sixth hour was come, there was darkness over the whole land until the ninth hour.
GRK
καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ελωι ελωι, λαμμᾶ σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον· ὁ θεός μου ὁ θεός μου, εἰς τί με; ἐγκατέλιπές
KJV
And at the ninth hour Jesus cried with a loud voice, saying, Eloi, Eloi, lama sabachthani? which is, being interpreted, My God, my God, why hast thou forsaken me?
GRK
καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἰδού Ἠλίαν φωνεῖ.
KJV
And some of them that stood by, when they heard it, said, Behold, he calleth Elias.
GRK
δραμὼν δέ εἷς καὶ γεμίσας σπόγγον ὄξους, περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων· ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
KJV
And one ran and filled a spunge full of vinegar, and put it on a reed, and gave him to drink, saying, Let alone; let us see whether Elias will come to take him down.
GRK
ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
KJV
And Jesus cried with a loud voice, and gave up the ghost.
GRK
Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
KJV
And the veil of the temple was rent in twain from the top to the bottom.
GRK
ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν. θεοῦ
KJV
¶ And when the centurion, which stood over against him, saw that he so cried out, and gave up the ghost, he said, Truly this man was the Son of God.
GRK
ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη,
KJV
There were also women looking on afar off: among whom was Mary Magdalene, and Mary the mother of James the less and of Joses, and Salome;
GRK
αἳ καί ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
KJV
(Who also, when he was in Galilee, followed him, and ministered unto him;) and many other women which came up with him unto Jerusalem.
GRK
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ ὅ ἐστιν προσάββατον,
KJV
¶ And now when the even was come, because it was the preparation, that is, the day before the sabbath,
GRK
ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτὴς ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
KJV
Joseph of Arimathaea, an honourable counsellor, which also waited for the kingdom of God, came, and went in boldly unto Pilate, and craved the body of Jesus.
GRK
ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν.
KJV
And Pilate marvelled if he were already dead: and calling unto him the centurion, he asked him whether he had been any while dead.
GRK
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
KJV
And when he knew it of the centurion, he gave the body to Joseph.
GRK
καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
KJV
And he bought fine linen, and took him down, and wrapped him in the linen, and laid him in a sepulchre which was hewn out of a rock, and rolled a stone unto the door of the sepulchre.
GRK
ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται
KJV
And Mary Magdalene and Mary the mother of Joses beheld where he was laid.