Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα,
KJV And he entered again into the synagogue; and there was a man there which had a withered hand.
2
GRK καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτὸν ἵνα κατηγορήσωσιν αὐτοῦ.
KJV And they watched him, whether he would heal him on the sabbath day; that they might accuse him.
3
GRK καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι· τὴν χεῖρα Ἔγειραι εἰς τὸ μέσον.
KJV And he saith unto the man which had the withered hand, Stand forth.
4
GRK καὶ λέγει αὐτοῖς· ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
KJV And he saith unto them, Is it lawful to do good on the sabbath days, or to do evil? to save life, or to kill? But they held their peace.
5
GRK καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρα σου. καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
KJV And when he had looked round about on them with anger, being grieved for the hardness of their hearts, he saith unto the man, Stretch forth thine hand. And he stretched it out: and his hand was restored whole as the other.
6
GRK Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
KJV And the Pharisees went forth, and straightway took counsel with the Herodians against him, how they might destroy him.
7
GRK Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ καὶ ἀπὸ τῆς Ἰουδαίας
KJV But Jesus withdrew himself with his disciples to the sea: and a great multitude from Galilee followed him, and from Judæa,
8
GRK καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολὺ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν.
KJV And from Jerusalem, and from Idumaea, and from beyond Jordan; and they about Tyre and Sidon, a great multitude, when they had heard what great things he did, came unto him.
9
GRK Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν.
KJV And he spake to his disciples, that a small ship should wait on him because of the multitude, lest they should throng him.
10
GRK πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
KJV For he had healed many; insomuch that they pressed upon him for to touch him, as many as had plagues.
11
GRK καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
KJV And unclean spirits, when they saw him, fell down before him, and cried, saying, Thou art the Son of God.
12
GRK καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν.
KJV And he straitly charged them that they should not make him known.
13
GRK Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
KJV And he goeth up into a mountain, and calleth unto him whom he would: and they came unto him.
14
GRK Καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
KJV And he ordained twelve, that they should be with him, and that he might send them forth to preach,
15
GRK καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια.
KJV And to have power to heal sicknesses, and to cast out devils:
16
GRK καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον,
KJV And Simon he surnamed Peter;
17
GRK καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
KJV And James the son of Zebedee, and John the brother of James; and he surnamed them Boanerges, which is, The sons of thunder:
18
GRK καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην
KJV And Andrew, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the son of Alphaeus, and Thaddaeus, and Simon the Canaanite,
19
GRK καὶ Ἰούδαν Ἰσκαριώτην ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἰς οἶκον,
KJV And Judas Iscariot, which also betrayed him: and they went into an house.
20
GRK καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν.
KJV And the multitude cometh together again, so that they could not so much as eat bread.
21
GRK καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
KJV And when his friends heard of it, they went out to lay hold on him: for they said, He is beside himself.
22
GRK καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
KJV And the scribes which came down from Jerusalem said, He hath Beelzebub, and by the prince of the devils casteth he out devils.
23
GRK Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
KJV And he called them unto him, and said unto them in parables, How can Satan cast out Satan?
24
GRK καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
KJV And if a kingdom be divided against itself, that kingdom cannot stand.
25
GRK καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι· ἡ οἰκία ἐκείνη
KJV And if a house be divided against itself, that house cannot stand.
26
GRK καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται οὐ δύναται σταθῆναι ἀλλὰ τέλος ἔχει.
KJV And if Satan rise up against himself, and be divided, he cannot stand, but hath an end.
27
GRK οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
KJV No man can enter into a strong man’s house, and spoil his goods, except he will first bind the strong man; and then he will spoil his house.
28
GRK Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·
KJV Verily I say unto you, All sins shall be forgiven unto the sons of men, and blasphemies wherewith soever they shall blaspheme:
29
GRK ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως
KJV But he that shall blaspheme against the Holy Ghost hath never forgiveness, but is in danger of eternal damnation:
30
GRK ὅτι ἔλεγον· πνεῦμα ἀκάθαρτον ἔχει.
KJV Because they said, He hath an unclean spirit.
31
GRK ἔρχονται Οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ. καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν.
KJV ¶ There came then his brethren and his mother, and, standing without, sent unto him, calling him.
32
GRK καὶ ἐκάθητο ὄχλος, περὶ αὐτὸν εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
KJV And the multitude sat about him, and they said unto him, Behold, thy mother and thy brethren without seek for thee.
33
GRK Καὶ ἀπεκρίθη αὐτοῖς λέγων τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
KJV And he answered them, saying, Who is my mother, or my brethren?
34
GRK καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
KJV And he looked round about on them which sat about him, and said, Behold my mother and my brethren!
35
GRK ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ μου καὶ μήτηρ ἐστίν.
KJV For whosoever shall do the will of God, the same is my brother, and my sister, and mother.