Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
KJV Paul, a prisoner of Jesus Christ, and Timothy our brother, unto Philemon our dearly beloved, and fellowlabourer,
2
GRK καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·
KJV And to our beloved Apphia, and Archippus our fellowsoldier, and to the church in thy house:
3
GRK χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
KJV Grace to you, and peace, from God our Father and the Lord Jesus Christ.
4
GRK Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
KJV I thank my God, making mention of thee always in my prayers,
5
GRK ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
KJV Hearing of thy love and faith, which thou hast toward the Lord Jesus, and toward all saints;
6
GRK ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστόν Ἰησοῦν.
KJV That the communication of thy faith may become effectual by the acknowledging of every good thing which is in you in Christ Jesus.
7
GRK χαρὰν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
KJV For we have great joy and consolation in thy love, because the bowels of the saints are refreshed by thee, brother.
8
GRK Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
KJV Wherefore, though I might be much bold in Christ to enjoin thee that which is convenient,
9
GRK διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ· Χριστοῦ
KJV Yet for love’s sake I rather beseech thee, being such an one as Paul the aged, and now also a prisoner of Jesus Christ.
10
GRK παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον,
KJV I beseech thee for my son Onesimus, whom I have begotten in my bonds:
11
GRK τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψά
KJV Which in time past was to thee unprofitable, but now profitable to thee and to me:
12
GRK σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ.
KJV Whom I have sent again: thou therefore receive him, that is, mine own bowels:
13
GRK ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
KJV Whom I would have retained with me, that in thy stead he might have ministered unto me in the bonds of the gospel:
14
GRK χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
KJV But without thy mind would I do nothing; that thy benefit should not be as it were of necessity, but willingly.
15
GRK τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς·
KJV For perhaps he therefore departed for a season, that thou shouldest receive him for ever;
16
GRK οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ;
KJV Not now as a servant, but above a servant, a brother beloved, specially to me, but how much more unto thee, both in the flesh, and in the Lord?
17
GRK εἰ οὖν ἐμέ ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
KJV If thou count me therefore a partner, receive him as myself.
18
GRK εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει
KJV If he hath wronged thee, or oweth thee ought, put that on mine account;
19
GRK Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
KJV I Paul have written it with mine own hand, I will repay it: albeit I do not say to thee how thou owest unto me even thine own self besides.
20
GRK ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ
KJV Yea, brother, let me have joy of thee in the Lord: refresh my bowels in the Lord.
21
GRK Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.
KJV Having confidence in thy obedience I wrote unto thee, knowing that thou wilt also do more than I say.
22
GRK ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
KJV But withal prepare me also a lodging: for I trust that through your prayers I shall be given unto you.
23
GRK Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
KJV There salute thee Epaphras, my fellowprisoner in Christ Jesus;
24
GRK Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
KJV Marcus, Aristarchus, Demas, Lucas, my fellowlabourers.
25
GRK ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν.
KJV The grace of our Lord Jesus Christ be with your spirit. Amen.