Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ ἔδειξέν μοι καθαρὸν ποταμὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
KJV And he shewed me a pure river of water of life, clear as crystal, proceeding out of the throne of God and of the Lamb.
2
GRK ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ, ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
KJV In the midst of the street of it, and on either side of the river, was there the tree of life, which bare twelve manner of fruits, and yielded her fruit every month: and the leaves of the tree were for the healing of the nations.
3
GRK καὶ πᾶν κατανάθεμα οὐκ ἔσται ἔτι, καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
KJV And there shall be no more curse: but the throne of God and of the Lamb shall be in it; and his servants shall serve him:
4
GRK καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
KJV And they shall see his face; and his name shall be in their foreheads.
5
GRK καὶ νὺξ οὐκ ἔσται ἐκει καὶ χρείαν οὐκ ἔχουσιν λύχνου καὶ φωτὸς ἡλίου ὅτι κύριος ὁ θεὸς φωτίζει αὐτούς. καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
KJV And there shall be no night there; and they need no candle, neither light of the sun; for the Lord God giveth them light: and they shall reign for ever and ever.
6
GRK Καὶ εἶπέν μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ κύριος ὁ θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
KJV And he said unto me, These sayings are faithful and true: and the Lord God of the holy prophets sent his angel to shew unto his servants the things which must shortly be done.
7
GRK ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
KJV Behold, I come quickly: blessed is he that keepeth the sayings of the prophecy of this book.
8
GRK καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων ταῦτα· καὶ ἀκούων καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
KJV And I John saw these things, and heard them. And when I had heard and seen, I fell down to worship before the feet of the angel which shewed me these things.
9
GRK καὶ λέγει μοι· ὅρα μή, σύνδουλός σού γὰρ εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
KJV Then saith he unto me, See thou do it not: for I am thy fellowservant, and of thy brethren the prophets, and of them which keep the sayings of this book: worship God.
10
GRK Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ὅτι, ὁ καιρὸς ἐγγύς ἐστιν.
KJV And he saith unto me, Seal not the sayings of the prophecy of this book: for the time is at hand.
11
GRK ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
KJV He that is unjust, let him be unjust still: and he which is filthy, let him be filthy still: and he that is righteous, let him be righteous still: and he that is holy, let him be holy still.
12
GRK καὶ ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ. ἔσται
KJV And, behold, I come quickly; and my reward is with me, to give every man according as his work shall be.
13
GRK ἐγὼ εἰμί τὸ Α καὶ τὸ ὦ, ἀρχὴ καὶ τέλος. ὁ πρῶτος καὶ ὁ ἔσχατος,
KJV I am Alpha and Omega, the beginning and the end, the first and the last.
14
GRK Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
KJV Blessed are they that do his commandments, that they may have right to the tree of life, and may enter in through the gates into the city.
15
GRK Ἔξω δὲ οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
KJV For without are dogs, and sorcerers, and whoremongers, and murderers, and idolaters, and whosoever loveth and maketh a lie.
16
GRK Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος τοῦ Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός
KJV I Jesus have sent mine angel to testify unto you these things in the churches. I am the root and the offspring of David, and the bright and morning star.
17
GRK καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἐλθε καὶ ὁ ἀκούων εἰπάτω· Ἐλθε καὶ ὁ διψῶν ἐλθέτω καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν.
KJV And the Spirit and the bride say, Come. And let him that heareth say, Come. And let him that is athirst come. And whosoever will, let him take the water of life freely.
18
GRK Συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιτιθῇ πρὸς ταὐτά ἐπιθήσει ὁ θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ.
KJV For I testify unto every man that heareth the words of the prophecy of this book, If any man shall add unto these things, God shall add unto him the plagues that are written in this book:
19
GRK καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης, ἀφαιρήσει ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ βίβλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ.
KJV And if any man shall take away from the words of the book of this prophecy, God shall take away his part out of the book of life, and out of the holy city, and from the things which are written in this book.
20
GRK Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ· ἀμήν. ναί ἔρχου, κύριε Ἰησοῦ.
KJV He which testifieth these things saith, Surely I come quickly. Amen. Even so, come, Lord Jesus.
21
GRK Ἡ χάρις τοῦ κυρίου ημῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.
KJV The grace of our Lord Jesus Christ be with you all. Amen.