Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
KJV What advantage then hath the Jew? or what profit is there of circumcision?
2
GRK πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ.
KJV Much every way: chiefly, because that unto them were committed the oracles of God.
3
GRK τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;
KJV For what if some did not believe? shall their unbelief make the faith of God without effect?
4
GRK μὴ γένοιτο. Γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
KJV God forbid: yea, let God be true, but every man a liar; as it is written, That thou mightest be justified in thy sayings, and mightest overcome when thou art judged.
5
GRK Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω·
KJV But if our unrighteousness commend the righteousness of God, what shall we say? Is God unrighteous who taketh vengeance? (I speak as a man)
6
GRK μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;
KJV God forbid: for then how shall God judge the world?
7
GRK εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
KJV For if the truth of God hath more abounded through my lie unto his glory; why yet am I also judged as a sinner?
8
GRK καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
KJV And not rather, (as we be slanderously reported, and as some affirm that we say,) Let us do evil, that good may come? whose damnation is just.
9
GRK Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι
KJV What then? are we better than they? No, in no wise: for we have before proved both Jews and Gentiles, that they are all under sin;
10
GRK καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς·
KJV As it is written, There is none righteous, no, not one:
11
GRK οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν·
KJV There is none that understandeth, there is none that seeketh after God.
12
GRK πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
KJV They are all gone out of the way, they are together become unprofitable; there is none that doeth good, no, not one.
13
GRK τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
KJV Their throat is an open sepulchre; with their tongues they have used deceit; the poison of asps is under their lips:
14
GRK ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.
KJV Whose mouth is full of cursing and bitterness:
15
GRK ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
KJV Their feet are swift to shed blood:
16
GRK σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν·
KJV Destruction and misery are in their ways:
17
GRK καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
KJV And the way of peace have they not known:
18
GRK οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
KJV There is no fear of God before their eyes.
19
GRK οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ.
KJV Now we know that what things soever the law saith, it saith to them who are under the law: that every mouth may be stopped, and all the world may become guilty before God.
20
GRK διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
KJV Therefore by the deeds of the law there shall no flesh be justified in his sight: for by the law is the knowledge of sin.
21
GRK νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
KJV But now the righteousness of God without the law is manifested, being witnessed by the law and the prophets;
22
GRK δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή.
KJV Even the righteousness of God which is by faith of Jesus Christ unto all and upon all them that believe: for there is no difference:
23
GRK πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ
KJV For all have sinned, and come short of the glory of God;
24
GRK δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ,
KJV Being justified freely by his grace through the redemption that is in Christ Jesus:
25
GRK ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
KJV Whom God hath set forth to be a propitiation through faith in his blood, to declare his righteousness for the remission of sins that are past, through the forbearance of God;
26
GRK ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
KJV To declare, I say, at this time his righteousness: that he might be just, and the justifier of him which believeth in Jesus.
27
GRK Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
KJV Where is boasting then? It is excluded. By what law? of works? Nay: but by the law of faith.
28
GRK λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
KJV Therefore we conclude that a man is justified by faith without the deeds of the law.
29
GRK ἢ Ἰουδαίων ὁ θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
KJV Is he the God of the Jews only? is he not also of the Gentiles? Yes, of the Gentiles also:
30
GRK ἐπείπερ εἷς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
KJV Seeing it is one God, which shall justify the circumcision by faith, and uncircumcision through faith.
31
GRK νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν
KJV Do we then make void the law through faith? God forbid: yea, we establish the law.