Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατʼ αὐτοὺς ἠκολουθηκότων δεδομένων. ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας· ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν, καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως. Παρακέκλησθε οὖν μετʼ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ συγγνώμην ἔχειν ἐφʼ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα, καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος, καὶ αἱ προφητεῖαι, καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὗρον οὐ μικρᾶς παιδείας ἀφόμοιον· ἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον· πολλὴν γὰρ ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου, πρὸς τὸ ἐπὶ πέρας ἄγοντα τὸ βιβλίον ἐκδόσθαι, καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν, προκατασκευαζομένοις τὰ ἤθη ἐν νόμῳ βιοτεύειν. ΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
KJV
All wisdom cometh from the Lord, and is with him for ever.
GRK
Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
KJV
Who can number the sand of the sea, and the drops of rain, and the days of eternity?
GRK
Ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
KJV
Who can find out the height of heaven, and the breadth of the earth, and the deep, and wisdom?
GRK
Προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
KJV
Wisdom hath been created before all things, and the understanding of prudence from everlasting.
KJV
The word of God most high is the fountain of wisdom; and her ways are everlasting commandments.
GRK
Ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
KJV
To whom hath the root of wisdom been revealed? or who hath known her wise counsels?
KJV
Unto whom hath the knowledge of wisdom been made manifest? and who hath understood her great experience?
GRK
Εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ·
KJV
There is one wise and greatly to be feared, the Lord sitting upon his throne.
GRK
Κύριος αὐτὸς ἔκτισεν αὐτὴν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
KJV
He created her, and saw her, and numbered her, and poured her out upon all his works.
GRK
Μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·
KJV
She is with all flesh according to his gift, and he hath given her to them that love him.
GRK
Φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
KJV
The fear of the Lord is honour, and glory, and gladness, and a crown of rejoicing.
GRK
Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
KJV
The fear of the Lord maketh a merry heart, and giveth joy, and gladness, and a long life.
GRK
Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
KJV
Whoso feareth the Lord, it shall go well with him at the last, and he shall find favour in the day of his death.
GRK
Αρχὴ σοφίας φοβεῖσθαι τὸν Θεὸν, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
KJV
To fear the Lord is the beginning of wisdom: and it was created with the faithful in the womb.
GRK
Καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
KJV
She hath built an everlasting foundation with men, and she shall continue with their seed.
GRK
Πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς.
KJV
To fear the Lord is fulness of wisdom, and filleth men with her fruits.
GRK
Πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς.
KJV
She filleth all their house with things desirable, and the garners with her increase.
GRK
Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως·
KJV
The fear of the Lord is a crown of wisdom, making peace and perfect health to flourish; both which are the gifts of God: and it enlargeth their rejoicing that love him.
GRK
ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε, καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε.
KJV
Wisdom raineth down skill and knowledge of understanding standing, and exalteth them to honour that hold her fast.
GRK
Ῥίζα σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
KJV
The root of wisdom is to fear the Lord, and the branches thereof are long life.
KJV
The fear of the Lord driveth away sins: and where it is present, it turneth away wrath.
GRK
Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
KJV
A furious man cannot be justified; for the sway of his fury shall be his destruction.
GRK
Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.
KJV
A patient man will tear for a time, and afterward joy shall spring up unto him.
GRK
Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
KJV
He will hide his words for a time, and the lips of many shall declare his wisdom.
GRK
Ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
KJV
The parables of knowledge are in the treasures of wisdom: but godliness is an abomination to a sinner.
GRK
Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.
KJV
If thou desire wisdom, keep the commandments, and the Lord shall give her unto thee.
GRK
Σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.
KJV
For the fear of the Lord is wisdom and instruction: and faith and meekness are his delight.
GRK
Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
KJV
Distrust not the fear of the Lord when thou art poor: and come not unto him with a double heart.
GRK
Μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε.
KJV
Be not an hypocrite in the sight of men, and take good heed what thou speakest.
GRK
Μὴ ἐξύψου σεαυτὸν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβελεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.
KJV
Exalt not thyself, lest thou fall, and bring dishonour upon thy soul, and so God discover thy secrets, and cast thee down in the midst of the congregation, because thou camest not in truth to the fear of the Lord, but thy heart is full of deceit.