Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτῳ αὐτοῦ.
KJV
He that loveth his son causeth him oft to feel the rod, that he may have joy of him in the end.
GRK
Ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, καὶ ἀναμέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται.
KJV
He that chastiseth his son shall have joy in him, and shall rejoice of him among his acquaintance.
GRK
Ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.
KJV
He that teacheth his son grieveth the enemy: and before his friends he shall rejoice of him.
GRK
Ἐτελεύτησεν αὐτοῦ ὁ πατὴρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετʼ αὐτόν.
KJV
Though his father die, yet he is as though he were not dead: for he hath left one behind him that is like himself.
GRK
Ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη.
KJV
While he lived, he saw and rejoiced in him: and when he died, he was not sorrowful.
GRK
Ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
KJV
He left behind him an avenger against his enemies, and one that shall requite kindness to his friends.
GRK
Περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
KJV
He that maketh too much of his son shall bind up his wounds; and his bowels will be troubled at every cry.
GRK
Ἵππος ἀδάμαστος ἀποβαίνει σκληρὸς, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
KJV
An horse not broken becometh headstrong: and a child left to himself will be wilful.
GRK
Τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιζον αὐτῷ καὶ λυπήσει σε.
KJV
Cocker thy child, and he shall make thee afraid: play with him, and he will bring thee to heaviness.
GRK
Μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
KJV
Laugh not with him, lest thou have sorrow with him, and lest thou gnash thy teeth in the end.
GRK
Μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι.
KJV
Give him no liberty in his youth, and wink not at his follies.
GRK
Θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
KJV
Bow down his neck while he is young, and beat him on the sides while he is a child, lest he wax stubborn, and be disobedient unto thee, and so bring sorrow to thine heart.
GRK
Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐναὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ. Καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. Κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. ΠΕΡΙ ʼΥΓΙΕΙΑΣ.
KJV
Chastise thy son, and hold him to labour, lest his lewd behaviour be an offence unto thee.
GRK
Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
KJV
Better is the poor, being sound and strong of constitution, than a rich man that is afflicted in his body.
GRK
Ὑγιεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος.
KJV
Health and good estate of body are above all gold, and a strong body above infinite wealth.
GRK
Οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.
KJV
There is no riches above a sound body, and no joy above the joy of the heart.
GRK
Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον.
KJV
Death is better than a bitter life or continual sickness.
GRK
Ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.
KJV
Delicates poured upon a mouth shut up are as messes of meat set upon a grave.
GRK
Τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.
KJV
What good doeth the offering unto an idol? for neither can it eat nor smell: so is he that is persecuted of the Lord.
GRK
Βλέπων ἐν ἐν ὀφθαλμοῖς καὶ στενάζων, ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
KJV
He seeth with his eyes and groaneth, as an eunuch that embraceth a virgin and sigheth.
GRK
Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
KJV
Give not over thy mind to heaviness, and afflict not thyself in thine own counsel.
GRK
Εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
KJV
The gladness of the heart is the life of man, and the joyfulness of a man prolongeth his days.
GRK
Ἀγάπα τὴν ψυχήν σου, καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.
KJV
Love thine own soul, and comfort thy heart, remove sorrow far from thee: for sorrow hath killed many, and there is no profit therein.
GRK
Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
KJV
Envy and wrath shorten the life, and carefulness bringeth age before the time.
GRK
Ὡς καλαμώμενος ὀπίσω τρυγητῶν, ἐν εὐλογίᾳ Κυρίου ἔφθασα,
KJV
A cheerful and good heart will have a care of his meat and diet.
GRK
καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. Κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν.
GRK
Ακούσατέ μου μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε.
GRK
Ὑιῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου, καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
GRK
Ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί·
GRK
κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
GRK
Ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων· μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
GRK
Ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ.
GRK
Χορτάσματα καί ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἱκέτῃ.
GRK
Ἔργασαι ἐν παιδὶ καὶ εὑρήσεις ἀνάπαυσιν, ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν.
GRK
Ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι.
GRK
Ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.
GRK
Εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κᾂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.
GRK
Καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκὶ, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
GRK
Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σὺ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν.
GRK
Εἰ ἔστι σοι οἰκέτῃς, ἄγε αὐτὸν ὡς σεαυτὸν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ· ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;