Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον.
KJV
The hopes of a man void of understanding are vain and false: and dreams lift up fools.
GRK
Μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἀῤῥώστημα βαρὺ ἐκνήψει ὕπνος.
KJV
Whoso regardeth dreams is like him that catcheth at a shadow, and followeth after the wind.
GRK
Ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τῶν τρυφημάτων αὐτοῦ·
KJV
The vision of dreams is the resemblance of one thing to another, even as the likeness of a face to a face.
GRK
ἐκοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
KJV
Of an unclean thing what can be cleansed? and from that thing which is false what truth can come?
GRK
Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν, αὐτὸς πλησθήσεται.
KJV
Divinations, and soothsayings, and dreams, are vain: and the heart fancieth, as a woman’s heart in travail.
GRK
Πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
KJV
If they be not sent from the most High in thy visitation, set not thy heart upon them.
GRK
Ξύλον προσκόμματός ἐστι τοῖς ἐνθυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
KJV
For dreams have deceived many, and they have failed that put their trust in them.
GRK
Μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη.
KJV
The law shall be found perfect without lies: and wisdom is perfection to a faithful mouth.
GRK
Τίς ἐστι καὶ μακαριοῦμεν αὐτόν; ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
KJV
A man that hath travelled knoweth many things; and he that hath much experience will declare wisdom.
GRK
Τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη, καὶ ἔστω εἰς καύχησιν; τίς ἐδύνατο παραβῆναι, καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ, καὶ οὐκ ἐποίησε; Στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
KJV
He that hath no experience knoweth little: but he that hath travelled is full of prudence.
GRK
Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας; μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς φάρυγγά σου· καὶ μὴ εἴπῃς, πολλά γε τὰ ἐπʼ αὐτῆς.
KJV
When I travelled, I saw many things; and I understand more than I can express.
GRK
Μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρὸς, πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
KJV
I was ofttimes in danger of death: yet I was delivered because of these things.
GRK
Οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
KJV
The spirit of those that fear the Lord shall live; for their hope is in him that saveth them.
GRK
Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῷ, μὴ μισηθῇς.
KJV
Whoso feareth the Lord shall not fear nor be afraid; for he is his hope.
GRK
Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς. Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
KJV
Blessed is the soul of him that feareth the Lord: to whom doth he look? and who is his strength?
GRK
Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
KJV
For the eyes of the Lord are upon them that love him, he is their mighty protection and strong stay, a defence from heat, and a cover from the sun at noon, a preservation from stumbling, and an help from falling.
GRK
Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωῒ, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐτοῦ· πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.
KJV
He raiseth up the soul, and lighteneth the eyes: he giveth health, life, and blessing.
GRK
Καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ. Ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπʼ ἐσχάτῳ εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχὴς, καὶ πᾶν αρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
KJV
He that sacrificeth of a thing wrongfully gotten, his offering is ridiculous; and the gifts of unjust men are not accepted.
GRK
Λαμπρὸν ἐπʼ ἄρτοῖς εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
KJV
The most High is not pleased with the offerings of the wicked; neither is he pacified for sin by the multitude of sacrifices.
GRK
Πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἐκριβής.
KJV
Whoso bringeth an offering of the goods of the poor doeth as one that killeth the son before his father’s eyes.
GRK
Ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος·
KJV
The bread of the needy is their life: he that defraudeth him thereof is a man of blood.
GRK
Κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων. Ἐπίσον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ· τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
KJV
He that taketh away his neighbour’s living slayeth him; and he that defraudeth the labourer of his hire is a bloodshedder.
GRK
Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
KJV
When one buildeth, and another pulleth down, what profit have they then but labour?
GRK
πικρία ψυχῆς οἶνος πινόμενος πολὺς, ἐν ὀρεθισμῷ καὶ ἀντιπτώματι.
KJV
When one prayeth, and another curseth, whose voice will the Lord hear?
GRK
Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
KJV
He that washeth himself after the touching of a dead body, if he touch it again, what availeth his washing?
GRK
Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουδενώσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. ΠΕΡΙ ἩΓΟΥΜΕΝΩΝ.
KJV
So is it with a man that fasteth for his sins, and goeth again, and doeth the same: who will hear his prayer? or what doth his humbling profit him?