Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακὸν, ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
KJV Have mercy upon us, O Lord God of all, and behold us:
2
GRK Ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον.
KJV And send thy fear upon all the nations that seek not after thee.
3
GRK Ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δικαίων.
KJV Lift up thy hand against the strange nations, and let them see thy power.
4
GRK Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
KJV As thou wast sanctified in us before them: so be thou magnified among them before us.
5
GRK Τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
KJV And let them know thee, as we have known thee, that there is no God but only thou, O God.
6
GRK Ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλίου;
KJV Shew new signs, and make other strange wonders: glorify thy hand and thy right arm, that they may set forth thy wondrous works.
7
GRK Ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· ἀπʼ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
KJV Raise up indignation, and pour out wrath: take away the adversary, and destroy the enemy.
8
GRK Καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη Ἀδάμ.
KJV Make the time short, remember the covenant, and let them declare thy wonderful works.
9
GRK Ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν.
KJV Let him that escapeth be consumed by the rage of the fire; and let them perish that oppress the people.
10
GRK Ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπʼ αὐτῶν κατηράσατο, καὶ ἐταπείνωσε, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
KJV Smite in sunder the heads of the rulers of the heathen, that say, There is none other but we.
11
GRK Ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. Ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωὴ, οὕτως ἀπέναντι εὐσεβοῦς ἀμαρτωλός. Καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο ἓν κατέναντι τοῦ ἑνός. Κᾀγὼ ἔσχατος ἠγρύπνησα, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς.
KJV Gather all the tribes of Jacob together, and inherit thou them, as from the beginning.
12
GRK Ἐλέησον λαὸν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.
KJV O Lord, have mercy upon the people that is called by thy name, and upon Israel, whom thou hast named thy firstborn.
13
GRK Οἰκτείρησον πόλιν ἁγιάσματός σου Ἱερουσαλὴμ, πόλιν καταπαύματός σου.
KJV O be merciful unto Jerusalem, thy holy city, the place of thy rest.
14
GRK Πλῆσον Σιὼν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
KJV Fill Sion with thine unspeakable oracles, and thy people with thy glory:
15
GRK Δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·
KJV Give testimony unto those that thou hast possessed from the beginning, and raise up prophets that have been in thy name.
16
GRK δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν.
KJV Reward them that wait for thee, and let thy prophets be found faithful.
17
GRK Εἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς, ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων.
KJV O Lord, hear the prayer of thy servants, according to the blessing of Aaron over thy people, that all they which dwell upon the earth may know that thou art the Lord, the eternal God.
18
GRK Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.
KJV The belly devoureth all meats, yet is one meat better than another.
19
GRK Φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
KJV As the palate tasteth divers kinds of venison: so doth an heart of understanding false speeches.
20
GRK Καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
KJV A froward heart causeth heaviness: but a man of experience will recompense him.
21
GRK Πάντα ἄῤῥενα ἐπιδέξεται γυνὴ, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων.
KJV A woman will receive every man, yet is one daughter better than another.
22
GRK Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει.
KJV The beauty of a woman cheereth the countenance, and a man loveth nothing better.
23
GRK Εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων.
KJV If there be kindness, meekness, and comfort, in her tongue, then is not her husband like other men.
24
GRK Ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεων.
KJV He that getteth a wife beginneth a possession, a help like unto himself, and a pillar of rest.
25
GRK Οὗ οὐκ ἐστι φραγμὸς, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνὴ, στενάξει πλανώμενος.
KJV Where no hedge is, there the possession is spoiled: and he that hath no wife will wander up and down mourning.
26
GRK Τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψισῇ.
KJV Who will trust a thief well appointed, that skippeth from city to city? so who will believe a man that hath no house, and lodgeth wheresoever the night taketh him?