Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Ἐξομολογήσομαι σοι Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου· ἐξομολογοῦμαι τῷ ὀνόματί σου,
KJV I will thank thee, O Lord and King, and praise thee, O God my Saviour: I do give praise unto thy name:
2
GRK ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας, καὶ ἐκ παγίδος διαβολῆς γλώσσης· ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς,
KJV For thou art my defender and helper, and has preserved my body from destruction, and from the snare of the slanderous tongue, and from the lips that forge lies, and has been mine helper against mine adversaries:
3
GRK καὶ ἐλυτρώσω με, κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου, ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
KJV And hast delivered me, according to the multitude of thy mercies and greatness of thy name, from the teeth of them that were ready to devour me, and out of the hands of such as sought after my life, and from the manifold afflictions which I had;
4
GRK ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν, καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
KJV From the choking of fire on every side, and from the midst of the fire which I kindled not;
5
GRK ἐκ βάθους κοιλίας ᾅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου, καὶ λόγου ψευδοῦς.
KJV From the depth of the belly of hell, from an unclean tongue, and from lying words.
6
GRK Βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· ᾔγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω.
KJV By an accusation to the king from an unrighteous tongue my soul drew near even unto death, my life was near to the hell beneath.
7
GRK Περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐμβλέπων εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν.
KJV They compassed me on every side, and there was no man to help me: I looked for the succour of men, but there was none.
8
GRK Καὶ ἐμνήσθην τοῦ ἐλέους σου Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος· ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
KJV Then thought I upon thy mercy, O Lord, and upon thy acts of old, how thou deliverest such as wait for thee, and savest them out of the hands of the enemies.
9
GRK Καὶ ἀνύψωσα ἐπὶ γῆς ἱκετείαν μου, καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην.
KJV Then lifted I up my supplications from the earth, and prayed for deliverance from death.
10
GRK Ἐπεκαλεσάμην Κύριον πατέρα Κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας.
KJV I called upon the Lord, the Father of my Lord, that he would not leave me in the days of my trouble, and in the time of the proud, when there was no help.
11
GRK Αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου.
KJV I will praise thy name continually, and will sing praises with thanksgiving; and so my prayer was heard:
12
GRK Ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου·
KJV For thou savedst me from destruction, and deliveredst me from the evil time: therefore will I give thanks, and praise thee, and bless they name, O Lord.
13
GRK Ἔτι ὢν νεώτερος, πρινὴ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.
KJV When I was yet young, or ever I went abroad, I desired wisdom openly in my prayer.
14
GRK Ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτὴν,
KJV I prayed for her before the temple, and will seek her out even to the end.
15
GRK ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς· εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ, ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν.
KJV Even from the flower till the grape was ripe hath my heart delighted in her: my foot went the right way, from my youth up sought I after her.
16
GRK Ἔκλινα ὀλίγον τὸ οὖς μου, καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν.
KJV I bowed down mine ear a little, and received her, and gat much learning.
17
GRK Προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν, δώσω δόξαν.
KJV I profited therein, therefore will I ascribe glory unto him that giveth me wisdom.
18
GRK Διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν, καὶ ἐζήλωσα τὸ ἀγαθὸν, καὶ οὐ μὴ αἰσχυνθῶ.
KJV For I purposed to do after her, and earnestly I followed that which is good; so shall I not be confounded.
19
GRK Διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρός ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα,
KJV My soul hath wrestled with her, and in my doings I was exact: I stretched forth my hands to the heaven above, and bewailed my ignorances of her.
20
GRK τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν, καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
KJV I directed my soul unto her, and I found her in pureness: I have had my heart joined with her from the beginning, therefore shall I not be foresaken.
21
GRK Καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
KJV My heart was troubled in seeking her: therefore have I gotten a good possession.
22
GRK Ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
KJV The Lord hath given me a tongue for my reward, and I will praise him therewith.
23
GRK Ἐγγίσατε πρὸς μὲ ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας.
KJV Draw near unto me, ye unlearned, and dwell in the house of learning.
24
GRK Διότι ὑστερεῖτε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;
KJV Wherefore are ye slow, and what say ye to these things, seeing your souls are very thirsty?
25
GRK Ἤνοιξα τὸ στὸμα μου, καὶ ἐλάλησα, κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυριου.
KJV I opened my mouth, and said, Buy her for yourselves without money.
26
GRK Τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγὸν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν, ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
KJV Put your neck under the yoke, and let your soul receive instruction: she is hard at hand to find.
27
GRK Ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
KJV Behold with your eyes, how that I have but little labour, and have gotten unto me much rest.
28
GRK Μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ.
KJV Get learning with a great sum of money, and get much gold by her.
29
GRK Εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ.
KJV Let your soul rejoice in his mercy, and be not ashamed of his praise.
30
GRK Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.
KJV Work your work betimes, and in his time he will give you your reward.