Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
KJV
But speak thou the things which become sound doctrine:
GRK
Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
KJV
That the aged men be sober, grave, temperate, sound in faith, in charity, in patience.
GRK
Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
KJV
The aged women likewise, that they be in behaviour as becometh holiness, not false accusers, not given to much wine, teachers of good things;
GRK
ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
KJV
That they may teach the young women to be sober, to love their husbands, to love their children,
GRK
σώφρονας, ἁγνάς, οἰκουρούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
KJV
To be discreet, chaste, keepers at home, good, obedient to their own husbands, that the word of God be not blasphemed.
GRK
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν,
KJV
Young men likewise exhort to be sober minded.
GRK
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν σεμνότητα, ἀφθαρσίαν,
KJV
In all things shewing thyself a pattern of good works: in doctrine shewing uncorruptness, gravity, sincerity,
GRK
λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον.
KJV
Sound speech, that cannot be condemned; that he that is of the contrary part may be ashamed, having no evil thing to say of you.
GRK
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
KJV
Exhort servants to be obedient unto their own masters, and to please them well in all things; not answering again;
GRK
μὴ νοσφιζομένους ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
KJV
Not purloining, but shewing all good fidelity; that they may adorn the doctrine of God our Saviour in all things.
GRK
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις
KJV
For the grace of God that bringeth salvation hath appeared to all men,
GRK
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι
KJV
Teaching us that, denying ungodliness and worldly lusts, we should live soberly, righteously, and godly, in this present world;
GRK
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
KJV
Looking for that blessed hope, and the glorious appearing of the great God and our Saviour Jesus Christ;
GRK
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
KJV
Who gave himself for us, that he might redeem us from all iniquity, and purify unto himself a peculiar people, zealous of good works.
GRK
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. μηδείς σου περιφρονείτω.
KJV
These things speak, and exhort, and rebuke with all authority. Let no man despise thee.