Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ, πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι.
KJV
Tobias then answered and said, Father, I will do all things which thou hast commanded me:
GRK
Ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν;
KJV
But how can I receive the money, seeing I know him not?
GRK
Καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ, ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον.
KJV
Then he gave him the handwriting, and said unto him, Seek thee a man which may go with thee, whiles I yet live, and I will give him wages: and go and receive the money.
GRK
Καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρε Ῥαφαὴλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει·
KJV
Therefore when he went to seek a man, he found Raphael that was an angel.
GRK
καὶ εἶπεν αὐτῷ, εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων.
KJV
But he knew not; and he said unto him, Canst thou go with me to Rages? and knowest thou those places well?
GRK
Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος, πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
KJV
To whom the angel said, I will go with thee, and I know the way well: for I have lodged with our brother Gabael.
GRK
Καὶ εἶπεν αὐτῷ Τωβίας ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί.
KJV
Then Tobias said unto him, Tarry for me, till I tell my father.
GRK
Καὶ εἶπεν αὐτῷ, πορεύου, καὶ μὴ χρονίσῃς· καὶ εἰσελθὼν, εἶπε τῷ πατρὶ, ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι· ὁ δὲ εἶπε, φώνησον αὐτὸν πρὸς μὲ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.
KJV
Then he said unto him, Go and tarry not. So he went in and said to his father, Behold, I have found one which will go with me. Then he said, Call him unto me, that I may know of what tribe he is, and whether he be a trusty man to go with thee.
GRK
Καὶ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.
KJV
So he called him, and he came in, and they saluted one another.
GRK
Καὶ εἶπεν αὐτῷ Τωβὶτ, ἀδελφὲ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι.
KJV
Then Tobit said unto him, Brother, shew me of what tribe and family thou art.
GRK
Καὶ εἶπεν αὐτῷ, φυλὴν καὶ πατριὰν σὺ ζητεῖς; ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβὶτ, βούλομαι, ἀδελφὲ, ἐπιγνῶναι τὸ γένος σου, καὶ τὸ ὄνομα.
KJV
To whom he said, Dost thou seek for a tribe or family, or an hired man to go with thy son? Then Tobit said unto him, I would know, brother, thy kindred and name.
GRK
Ὃς δὲ εἶπεν, ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.
KJV
Then he said, I am Azarias, the son of Ananias the great, and of thy brethren.
GRK
Καὶ εἶπεν αὐτῷ, ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου, καὶ τὴν πατριάν σου ἐπιγνῶναι· καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰωνάθαν τοὺς υἱοὺς Σεμεῒ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἱεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα, καὶ τὰς δεκάτας τῶν γενυημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ, ἀδελφέ.
KJV
Then Tobit said, Thou art welcome, brother; be not now angry with me, because I have enquired to know thy tribe and thy family; for thou art my brother, of an honest and good stock: for I know Ananias and Jonathas, sons of that great Samaias, as we went together to Jerusalem to worship, and offered the firstborn, and the tenths of the fruits; and they were not seduced with the error of our brethren: my brother, thou art of a good stock.
GRK
Ἀλλὰ εἶπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας, καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου,
KJV
But tell me, what wages shall I give thee? wilt thou a drachm a day, and things necessary, as to mine own son?
GRK
καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθὸν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.
KJV
Yea, moreover, if ye return safe, I will add something to thy wages.
GRK
Καὶ εὐδόκησαν οὕτως· καὶ εἶπε πρὸς Τωβίαν, ἕτοιμος γίνου πρὸς τὴν ὁδὸν, καὶ εὐοδωθείητε· καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν· καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετʼ αὐτῶν.
KJV
So they were well pleased. Then said he to Tobias, Prepare thyself for the journey, and God send you a good journey. And when his son had prepared all things for the journey, his father said, Go thou with this man, and God, which dwelleth in heaven, prosper your journey, and the angel of God keep you company. So they went forth both, and the young man’s dog with them.
GRK
Ἔκλαυσε δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπε πρὸς Τωβὶτ, τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;
KJV
But Anna his mother wept, and said to Tobit, Why hast thou sent away our son? is he not the staff of our hand, in going in and out before us?
GRK
Ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο.
KJV
Be not greedy to add money to money: but let it be as refuse in respect of our child.
GRK
Ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.
KJV
For that which the Lord hath given us to live with doth suffice us.
GRK
Καὶ εἶπεν αὐτῇ Τωβίτ, μὴ λόγον ἔχε ἀδελφὴ, ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν.
KJV
Then said Tobit to her, Take no care, my sister; he shall return in safety, and thine eyes shall see him.
GRK
Ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.
KJV
For the good angel will keep him company, and his journey shall be prosperous, and he shall return safe.
GRK
Καὶ ἐπαύσατο κλαίουσα.
KJV
Then she made an end of weeping.