Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.
KJV
For great are thy judgments, and cannot be expressed: therefore unnurtured souls have erred.
GRK
Ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι, δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς, κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο.
KJV
For when unrighteous men thought to oppress the holy nation; they being shut up in their houses, the prisoners of darkness, and fettered with the bonds of a long night, lay there exiled from the eternal providence.
GRK
Λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν, ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι.
KJV
For while they supposed to lie hid in their secret sins, they were scattered under a dark veil of forgetfulness, being horribly astonished, and troubled with strange apparitions.
GRK
Οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν, ἦχοι δὲ καταράσσοντες αὐτοὺς περιεκόμπουν, και φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.
KJV
For neither might the corner that held them keep them from fear: but noises as of waters falling down sounded about them, and sad visions appeared unto them with heavy countenances.
GRK
Καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυε φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.
KJV
No power of the fire might give them light: neither could the bright flames of the stars endure to lighten that horrible night.
GRK
Διεφαίνετο δʼ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως, ἡγοῦντο χείρω τὰ βλεπόμενα.
KJV
Only there appeared unto them a fire kindled of itself, very dreadful: for being much terrified, they thought the things which they saw to be worse than the sight they saw not.
GRK
Μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος.
KJV
As for the illusions of art magick, they were put down, and their vaunting in wisdom was reproved with disgrace.
GRK
Οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.
KJV
For they, that promised to drive away terrors and troubles from a sick soul, were sick themselves of fear, worthy to be laughed at.
GRK
Καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι,
KJV
For though no terrible thing did fear them; yet being scared with beasts that passed by, and hissing of serpents,
GRK
διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.
KJV
They died for fear, denying that they saw the air, which could of no side be avoided.
GRK
Δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικαζομένη, ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει.
KJV
For wickedness, condemned by her own witness, is very timorous, and being pressed with conscience, always forecasteth grievous things.
GRK
Οὐθὲν γάρ ἐστι φόβος, εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων.
KJV
For fear is nothing else but a betraying of the succours which reason offereth.
GRK
Ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία, πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.
KJV
And the expectation from within, being less, counteth the ignorance more than the cause which bringeth the torment.
GRK
Οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν, τὸν αὐτὸν ὕπνον κοιμώμενοι,
KJV
But they sleeping the same sleep that night, which was indeed intolerable, and which came upon them out of the bottoms of inevitable hell,
GRK
τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.
KJV
Were partly vexed with monstrous apparitions, and partly fainted, their heart failing them: for a sudden fear, and not looked for, came upon them.
GRK
Εἶθʼ οὕτως, ὃς δήποτʼ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς.
KJV
So then whosoever there fell down was straitly kept, shut up in a prison without iron bars,
GRK
Εἴτε γὰρ γεωργὸς ἦν τις, ἢ ποιμὴν, ἢ τῶν κατʼ ἐρημίαν ἐργάτης μόχθων, προληφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην· μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν.
KJV
For whether he were husbandman, or shepherd, or a labourer in the field, he was overtaken, and endured that necessity, which could not be avoided: for they were all bound with one chain of darkness.
GRK
Εἴτε πνεῦμα συρίζον, ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς, ἢ ῥυθμὸς ὕδατος πορευομένου βίᾳ, ἢ κτύπος ἀπηνῆς καταῤῥιπτομένων πετρῶν,
KJV
Whether it were a whistling wind, or a melodious noise of birds among the spreading branches, or a pleasing fall of water running violently,
GRK
ἢ σκιρτώντων ζώων δρόμος ἀθεώρητος, ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ, ἢ ἀντανακλωμένη ἐκ κοιλοτάτων ὀρέων ἠχὼ, παρέλυσεν αὐτοὺς ἐκφοβοῦντα.
KJV
Or a terrible sound of stones cast down, or a running that could not be seen of skipping beasts, or a roaring voice of most savage wild beasts, or a rebounding echo from the hollow mountains; these things made them to swoon for fear.
GRK
Ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο φωτὶ, καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις.
KJV
For the whole world shined with clear light, and none were hindered in their labour:
GRK
Μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ, εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.
KJV
Over them only was spread an heavy night, an image of that darkness which should afterward receive them: but yet were they unto themselves more grievous than the darkness.