Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Αὑτὴ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν, ἀποθανοῦνται.
KJV
This is the book of the commandments of God, and the law that endureth for ever: all they that keep it shall come to life; but such as leave it shall die.
GRK
Ἐπιστρέφου Ἱακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
KJV
Turn thee, O Jacob, and take hold of it: walk in the presence of the light thereof, that thou mayest be illuminated.
GRK
Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
KJV
Give not thine honour to another, nor the things that are profitable unto thee to a strange nation.
GRK
Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι.
KJV
O Israel, happy are we: for things that are pleasing to God are made known unto us.
GRK
Θαρσεῖτε λαός μου, μνημόσυνον Ἰσραήλ.
KJV
Be of good cheer, my people, the memorial of Israel.
GRK
Ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ τὸ παροργίσαι ὑμᾶς τὸν Θεόν· παρεδόθητε τοῖς ὑπεναντίοις.
KJV
Ye were sold to the nations, not for your destruction: but because ye moved God to wrath, ye were delivered unto the enemies.
GRK
Παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς, θύσαντες δαιμονίοις, καὶ οὐ Θεῷ.
KJV
For ye provoked him that made you by sacrificing unto devils, and not to God.
GRK
Ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ἡμᾶς Ἱερουσαλήμ.
KJV
Ye have forgotten the everlasting God, that brought you up; and ye have grieved Jerusalem, that nursed you.
GRK
Εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ, καὶ εἶπεν, ἀκούσατε αἱ πάροικοι Σιὼν, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα.
KJV
For when she saw the wrath of God coming upon you, she said, Hearken, O ye that dwell about Sion: God hath brought upon me great mourning;
GRK
Εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
KJV
For I saw the captivity of my sons and daughters, which the Everlasting brought upon them.
GRK
Ἔθρεψα γὰρ αὐτοὺς μετʼ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.
KJV
With joy did I nourish them; but sent them away with weeping and mourning.
GRK
Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθήσῃ ὑπὸ πολλῶν, ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ,
KJV
Let no man rejoice over me, a widow, and forsaken of many, who for the sins of my children am left desolate; because they departed from the law of God.
GRK
καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.
KJV
They knew not his statutes, nor walked in the ways of his commandments, nor trod in the paths of discipline in his righteousness.
GRK
Ἐλθέτωσαν αἱ πάροικοι Σιὼν, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
KJV
Let them that dwell about Sion come, and remember ye the captivity of my sons and daughters, which the Everlasting hath brought upon them.
GRK
Ἐπήγαγε γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ᾐσχύνθησαν πρεσβύτην, οὐδὲ παιδίον ἠλέησαν,
KJV
For he hath brought a nation upon them from far, a shameless nation, and of a strange language, who neither reverenced old man, nor pitied child.
GRK
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.
KJV
These have carried away the dear beloved children of the widow, and left her that was alone desolate without daughters.
GRK
Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν; Ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ, ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
KJV
But what can I help you?
GRK
Βαδίζετε τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.
KJV
For he that brought these plagues upon you will deliver you from the hands of your enemies.
GRK
Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης,
KJV
Go your way, O my children, go your way: for I am left desolate.
GRK
ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
KJV
I have put off the clothing of peace, and put upon me the sackcloth of my prayer: I will cry unto the Everlasting in my days.
GRK
Θαῤῥεῖτε τέκνα, βοήσατε πρὸς τὸν Θεὸν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρος ἐχθρῶν.
KJV
Be of good cheer, O my children, cry unto the Lord, and he will deliver you from the power and hand of the enemies.
GRK
Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν· καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
KJV
For my hope is in the Everlasting, that he will save you; and joy is come unto me from the Holy One, because of the mercy which shall soon come unto you from the Everlasting our Saviour.
GRK
Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.
KJV
For I sent you out with mourning and weeping: but God will give you to me again with joy and gladness for ever.
GRK
Ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
KJV
Like as now the neighbours of Sion have seen your captivity: so shall they see shortly your salvation from our God which shall come upon you with great glory, and brightness of the Everlasting.
GRK
Τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν, κατεδίωξέ σε ὁ ἐχθρὸς, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
KJV
My children, suffer patiently the wrath that is come upon you from God: for thine enemy hath persecuted thee; but shortly thou shalt see his destruction, and shalt tread upon his neck.
GRK
Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ᾔρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.
KJV
My delicate ones have gone rough ways, and were taken away as a flock caught of the enemies.
GRK
Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεὸν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
KJV
Be of good comfort, O my children, and cry unto God: for ye shall be remembered of him that brought these things upon you.
GRK
Ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.
KJV
For as it was your mind to go astray from God: so, being returned, seek him ten times more.
GRK
Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ, ἐπάξει ὑμῖν τὴν αἱώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
KJV
For he that hath brought these plagues upon you shall bring you everlasting joy with your salvation.
GRK
Θάρσει Ἱερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
KJV
Take a good heart, O Jerusalem: for he that gave thee that name will comfort thee.
GRK
Δείλαιοι οἱ σὲ κακώσαντες, καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει·
KJV
Miserable are they that afflicted thee, and rejoiced at thy fall.
GRK
Δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.
KJV
Miserable are the cities which thy children served: miserable is she that received thy sons.
GRK
Ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει, καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
KJV
For as she rejoiced at thy ruin, and was glad of thy fall: so shall she be grieved for her own desolation.
GRK
Καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος.
KJV
For I will take away the rejoicing of her great multitude, and her pride shall be turned into mourning.
GRK
Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
KJV
For fire shall come upon her from the Everlasting, long to endure; and she shall be inhabited of devils for a great time.
GRK
Περίβλεψον πρὸς ἀνατολὰς Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην.
KJV
O Jerusalem, look about thee toward the east, and behold the joy that cometh unto thee from God.
GRK
Ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.
KJV
Lo, thy sons come, whom thou sentest away, they come gathered together from the east to the west by the word of the Holy One, rejoicing in the glory of God.