Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ἔκδυσαι Ἱερουσαλὴμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα.
KJV
Put off, O Jerusalem, the garment of mourning and affliction, and put on the comeliness of the glory that cometh from God for ever.
GRK
Περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου.
KJV
Cast about thee a double garment of the righteousness which cometh from God; and set a diadem on thine head of the glory of the Everlasting.
GRK
Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπʼ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
KJV
For God will shew thy brightness unto every country under heaven.
GRK
Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης, καὶ δόξα θεοσεβείας.
KJV
For thy name shall be called of God for ever The peace of righteousness, and The glory of God’s worship.
GRK
Ἀνάστηθι Ἱερουσαλὴμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ Θεοῦ μνείᾳ.
KJV
Arise, O Jerusalem, and stand on high, and look about toward the east, and behold thy children gathered from the west unto the east by the word of the Holy One, rejoicing in the remembrance of God.
GRK
Ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ Θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
KJV
For they departed from thee on foot, and were led away of their enemies: but God bringeth them unto thee exalted with glory, as children of the kingdom.
GRK
Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ.
KJV
For God hath appointed that every high hill, and banks of long continuance, should be cast down, and valleys filled up, to make even the ground, that Israel may go safely in the glory of God,
GRK
Ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ.
KJV
Moreover even the woods and every sweetsmelling tree shall overshadow Israel by the commandment of God.
GRK
Ἡγήσεται γὰρ ὁ Θεὸς Ἰσραὴλ μετʼ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρʼ αὐτοῦ.
KJV
For God shall lead Israel with joy in the light of his glory with the mercy and righteousness that cometh from him.