Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἱερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ.
KJV
A copy of an epistle, which Jeremy sent unto them which were to be led captives into Babylon by the king of the Babylonians, to certify them, as it was commanded him of God.
GRK
Διὰ τὰς ἁμαρτίας ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως τῶν Βαβυλωνίων.
KJV
Because of the sins which ye have committed before God, ye shall be led away captives into Babylon by Nabuchodonosor king of the Babylonians.
GRK
Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν, ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετʼ εἰρήνης.
KJV
So when ye be come unto Babylon, ye shall remain there many years, and for a long season, namely, seven generations: and after that I will bring you away peaceably from thence.
GRK
Νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπʼ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
KJV
Now shall ye see in Babylon gods of silver, and of gold, and of wood, borne upon shoulders, which cause the nations to fear.
GRK
Εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λὰβῃ ἐπʼ αὐτοῖς, ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά.
KJV
Beware therefore that ye in no wise be like to strangers, neither be ye afraid of them, when ye see the multitude before them and behind them, worshipping them.
GRK
Εἴπατε δὲ τῇ διανοίᾳ, σοὶ δεῖ προσκυνεῖν, δέσποτα.
KJV
But say ye in your hearts, O Lord, we must worship thee.
GRK
Ὁ γὰρ ἄγγελός μου μεθʼ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
KJV
For mine angel is with you, and I myself caring for your souls.
GRK
Γλῶσσα γὰρ αὐτῶν ἐστι κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δʼ ἐστὶ, καὶ οὐ δύνανται λαλεῖν.
KJV
As for their tongue, it is polished by the workman, and they themselves are gilded and laid over with silver; yet are they but false, and cannot speak.
GRK
Καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον, κατασκευάζουσι στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν.
KJV
And taking gold, as it were for a virgin that loveth to go gay, they make crowns for the heads of their gods.
GRK
Ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσι.
KJV
Sometimes also the priests convey from their gods gold and silver, and bestow it upon themselves.
GRK
Δώσουσι δὲ ἀπʼ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις· κοσμοῦσί τε αὐτοὺς, ὡς ἀνθρώπους, τοῖς ἐνδύμασι, θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς, καὶ ξυλίνους.
KJV
Yea, they will give thereof to the common harlots, and deck them as men with garments, being gods of silver, and gods of gold, and wood.
GRK
Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν.
KJV
Yet cannot these gods save themselves from rust and moth, though they be covered with purple raiment.
GRK
Ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτὸν, ὅς ἐστι πλείων ἐπʼ αὐτοῖς.
KJV
They wipe their faces because of the dust of the temple, when there is much upon them.
GRK
Καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
KJV
And he that cannot put to death one that offendeth him holdeth a sceptre, as though he were a judge of the country.
GRK
Ἔχει δὲ ἐγχειρίδιον δεξιᾷ, καὶ πέλεκυν· ἑαυτὸν δὲ ἐκ πολέμον καὶ λῃστῶν οὐκ ἐξελεῖται.
KJV
He hath also in his right hand a dagger and an ax: but cannot deliver himself from war and thieves.
GRK
Ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς.
KJV
Whereby they are known not to be gods: therefore fear them not.
GRK
Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γῖνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις· οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶ κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
KJV
For like as a vessel that a man useth is nothing worth when it is broken; even so it is with their gods: when they be set up in the temple, their eyes be full of dust through the feet of them that come in.
GRK
Καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα, περιπεφραγμέναι εἰσὶν αἱ αὐλαὶ, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ· τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασί τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.
KJV
And as the doors are made sure on every side upon him that offendeth the king, as being committed to suffer death: even so the priests make fast their temples with doors, with locks, and bars, lest their gods be spoiled with robbers.
GRK
Λύχνους καίουσι, καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
KJV
They light them candles, yea, more than for themselves, whereof they cannot see one.
GRK
Ἔστι μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν, κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται·
KJV
They are as one of the beams of the temple, yet they say their hearts are gnawed upon by things creeping out of the earth; and when they eat them and their clothes, they feel it not.
GRK
Μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
KJV
Their faces are blacked through the smoke that cometh out of the temple.
GRK
Ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐφίπτανται νυκτερίδες, χελιδόνες, καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι.
KJV
Upon their bodies and heads sit bats, swallows, and birds, and the cats also.
GRK
Ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶ θεοί· μὴ οὖν φοβεῖσθε αὐτά.
KJV
By this ye may know that they are no gods: therefore fear them not.
GRK
Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰὸν, οὐ μὴ στίλψωσιν, οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο.
KJV
Notwithstanding the gold that is about them to make them beautiful, except they wipe off the rust, they will not shine: for neither when they were molten did they feel it.
GRK
Ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστὶν, ἐν οἷς οὐκ ἔστι πνεῦμα.
KJV
The things wherein there is no breath are bought for a most high price.
GRK
Ἄνευ ποδῶν ἐπʼ ὤμοις φέρονταὶ, ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις.
KJV
They are borne upon shoulders, having no feet whereby they declare unto men that they be nothing worth.
GRK
Αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ, διὰ τὸ, εἴποτε ἐπὶ τὴν γῆν πέσῃ, μὴ διʼ αὐτῶν ἀνίστασθαι, μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, διʼ ἑαυτοῦ κινηθήσεται, μητε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλʼ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.
KJV
They also that serve them are ashamed: for if they fall to the ground at any time, they cannot rise up again of themselves: neither, if one set them upright, can they move of themselves: neither, if they be bowed down, can they make themselves straight: but they set gifts before them as unto dead men.
GRK
Τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπʼ αὐτῶν ταριχεύουσαι, οὐτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσι.
KJV
As for the things that are sacrificed unto them, their priests sell and abuse; in like manner their wives lay up part thereof in salt; but unto the poor and impotent they give nothing of it.
GRK
Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται· γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶ θεοὶ, μὴ φοβηθῆτε αὐτούς.
KJV
Menstruous women and women in childbed eat their sacrifices: by these things ye may know that they are no gods: fear them not.
GRK
Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασι θεοῖς ἀργυροῖς και χρυσοῖς καὶ ξυλίνοις.
KJV
For how can they be called gods? because women set meat before the gods of silver, gold, and wood.
GRK
Καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διεῤῥωγότας, καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν.
KJV
And the priests sit in their temples, having their clothes rent, and their heads and beards shaven, and nothing upon their heads.
GRK
Ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν, ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.
KJV
They roar and cry before their gods, as men do at the feast when one is dead.
GRK
Ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς, ἐνδύσουσι τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία.
KJV
The priests also take off their garments, and clothe their wives and children.
GRK
Οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος, οὔτε ἐὰν ἀγαθὸν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται, οὔτε ἀφελέσθαι.
KJV
Whether it be evil that one doeth unto them, or good, they are not able to recompense it: they can neither set up a king, nor put him down.
GRK
Ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις εὐχὴν αὐτοῖς εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν.
KJV
In like manner, they can neither give riches nor money: though a man make a vow unto them, and keep it not, they will not require it.
GRK
Ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται.
KJV
They can save no man from death, neither deliver the weak from the mighty.
GRK
Ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται.
KJV
They cannot restore a blind man to his sight, nor help any man in his distress.
GRK
Χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσωσι.
KJV
They can shew no mercy to the widow, nor do good to the fatherless.
GRK
Τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμὲνοι εἰσὶ τὰ ξύλινα, καὶ τὰ περίχρυσα, καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.
KJV
Their gods of wood, and which are overlaid with gold and silver, are like the stones that be hewn out of the mountain: they that worship them shall be confounded.
GRK
Πῶς οὖν νομιστέον ἢ κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά;
KJV
How should a man then think and say that they are gods, when even the Chaldeans themselves dishonour them?
GRK
Οἳ ὅταν ἴδωσιν ἐνεὸν μὴ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον, ἀξιοῦσι φωνῆσαι, ὠς δυνατοῦ ὄντος αὐτοῦ αἰσθὲσθαι.
KJV
Who if they shall see one dumb that cannot speak, they bring him, and intreat Bel that he may speak, as though he were able to understand.
GRK
Καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτὰ, αἴσθησιν γὰρ οὐκ ἐχουσιν.
KJV
Yet they cannot understand this themselves, and leave them: for they have no knowledge.
GRK
Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινὶα, ἐν ταῖς ὁδοῖς ἐγκάθηνται, θυμιῶσαι τὰ πίτυρα· ὅτας δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ, οὔτε τὸ σχοινίον αὐτῆς διεῤῥάγη.
KJV
The women also with cords about them, sitting in the ways, burn bran for perfume: but if any of them, drawn by some that passeth by, lie with him, she reproacheth her fellow, that she was not thought as worthy as herself, nor her cord broken.
GRK
Πάντα τὰ γενόμενα ἐν αὐτοῖς ἐστι ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν;
KJV
Whatsoever is done among them is false: how may it then be thought or said that they are gods?
GRK
Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γὲνηται, ἢ ὃ βούλονται οἱ τεχνίται αὐτὰ γενέσθαι.
KJV
They are made of carpenters and goldsmiths: they can be nothing else than the workmen will have them to be.
GRK
Αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα;
KJV
And they themselves that made them can never continue long; how should then the things that are made of them be gods?
GRK
Κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.
KJV
For they left lies and reproaches to them that come after.
GRK
Ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακὰ, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς, ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν.
KJV
For when there cometh any war or plague upon them, the priests consult with themselves, where they may be hidden with them.
GRK
Πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσί θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου, οὔτε ἐκ κακῶν;
KJV
How then cannot men perceive that they be no gods, which can neither save themselves from war, nor from plague?
GRK
Ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα, γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ.
KJV
For seeing they be but of wood, and overlaid with silver and gold, it shall be known hereafter that they are false:
GRK
Τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὃτι οὐκ εἰσὶ θεοὶ, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν Θεοῦ ἔργον ἐν αὐτοῖς ἐστι.
KJV
And it shall manifestly appear to all nations and kings that they are no gods, but the works of men’s hands, and that there is no work of God in them.
GRK
Τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶ θεοί;
KJV
Who then may not know that they are no gods?
GRK
Βασιλὲα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσι.
KJV
For neither can they set up a king in the land, nor give rain unto men.
GRK
Κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ ῥύσωνται ἀδίκημα, ἀδὺνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀναμέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
KJV
Neither can they judge their own cause, nor redress a wrong, being unable: for they are as crows between heaven and earth.
GRK
Καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.
KJV
Whereupon when fire falleth upon the house of gods of wood, or laid over with gold or silver, their priests will flee away, and escape; but they themselves shall be burned asunder like beams.
GRK
Βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσι· πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶ θεοί;
KJV
Moreover they cannot withstand any king or enemies: how can it then be thought or said that they be gods?
GRK
Οὔτε ἀπὸ κλεπτῶν, οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωθῶσι θεοὶ ξύλινον, καὶ περιάργυροι, καὶ περίχρυσοι·
KJV
Neither are those gods of wood, and laid over with silver or gold, able to escape either from thieves or robbers.
GRK
ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν.
KJV
Whose gold, and silver, and garments wherewith they are clothed, they that are strong take, and go away withal: neither are they able to help themselves.
GRK
Ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν, ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον ἐφʼ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα, ἢ οἱ ψευδεῖς θεοί· καὶ ξύλινος στύλος ἐν βασιλείοις, ἤ οἱ ψευδεῖς θεοί.
KJV
Therefore it is better to be a king that sheweth his power, or else a profitable vessel in an house, which the owner shall have use of, than such false gods; or to be a door in an house, to keep such things therein, than such false gods. or a pillar of wood in a palace, than such false gods.
GRK
Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ, καὶ ἀποστελλόμενα ἐπὶ χρείας, εὐήκοά εἰσιν.
KJV
For sun, moon, and stars, being bright and sent to do their offices, are obedient.
GRK
Ὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ, εὔοπτός ἐστι· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ.
KJV
In like manner the lightning when it breaketh forth is easy to be seen; and after the same manner the wind bloweth in every country.
GRK
Καὶ νεφέλαις ὅταν ἐπιταγῆ ὑπὸ τοῦ Θεοῦ ἐπιπορεύεσθαι ἐπιπορεύεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν.
KJV
And when God commandeth the clouds to go over the whole world, they do as they are bidden.
GRK
Τό, τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς, ποιεῖ τὸ συνταχθὲν· ταῦτα δὲ οὔτε ταῖς εἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν.
KJV
And the fire sent from above to consume hills and woods doeth as it is commanded: but these are like unto them neither in shew nor power.
GRK
Ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεοὺς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κλητέον κρίναι, οὔτε εὖ ποιῆσαι ἀνθρώποις.
KJV
Wherefore it is neither to be supposed nor said that they are gods, seeing, they are able neither to judge causes, nor to do good unto men.
GRK
Γνόντες οὖν ὅτι οὐκ εἰσὶ θεοί, μὴ φοβηθῆτε αὐτούς·
KJV
Knowing therefore that they are no gods, fear them not,
GRK
Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται, οὔτε μὴ εὐλογήσωσι.
KJV
For they can neither curse nor bless kings:
GRK
Σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὔτε φωτιοῦσιν ὡς ἡ σελήνη.
KJV
Neither can they shew signs in the heavens among the heathen, nor shine as the sun, nor give light as the moon.
GRK
Τὰ θηρία αὐτῶν ἐστι κρείττω, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην ἑαυτὰ ὠφελῆσαι.
KJV
The beasts are better than they: for they can get under a cover and help themselves.
GRK
Κατʼ οὐδένα οὖν τρόπον ἡμῖν ἑστι φανερὸν ὅτι εἰσὶ θεοί· διὸ μὴ φοβηθῆτε αὐτούς.
KJV
It is then by no means manifest unto us that they are gods: therefore fear them not.
GRK
Ὥσοερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσι ξύλινοι καὶ περίχρυσον καὶ περιάργυροι.
KJV
For as a scarecrow in a garden of cucumbers keepeth nothing: so are their gods of wood, and laid over with silver and gold.
GRK
τὸν αὐτὸν τρόπον καὶ τῇ. ἐν κήπῳ ῥάμνῳ, ἐφʼ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐῤῥιμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι.
KJV
And likewise their gods of wood, and laid over with silver and gold, are like to a white thorn in an orchard, that every bird sitteth upon; as also to a dead body, that is cast into the dark.
GRK
Ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπʼ αὐτοὺς σηπομένης γνωσθήσονται ὅτι οὐκ εἰσὶ θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ.
KJV
And ye shall know them to be no gods by the bright purple that rotteth upon them: and they themselves afterward shall be eaten, and shall be a reproach in the country.
GRK
Κρεῖσσον οὖ ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.
KJV
Better therefore is the just man that hath none idols: for he shall be far from reproach.