Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον.
KJV
And they walked in the midst of the fire, praising God, and blessing the Lord.
GRK
Καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως· καὶ ἀνοίξας τὸ στομά αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς, εἶπεν,
KJV
Then Azarias stood up, and prayed on this manner; and opening his mouth in the midst of the fire said,
GRK
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
KJV
Blessed art thou, O Lord God of our fathers: thy name is worthy to be praised and glorified for evermore:
GRK
Οτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐποίησας, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια.
KJV
For thou art righteous in all the things that thou hast done to us: yea, true are all thy works, thy ways are right, and all thy judgments truth.
GRK
Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ· ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν.
KJV
In all the things that thou hast brought upon us, and upon the holy city of our fathers, even Jerusalem, thou hast executed true judgment: for according to truth and judgment didst thou bring all these things upon us because of our sins.
GRK
Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν,
KJV
For we have sinned and committed iniquity, departing from thee.
GRK
οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
KJV
In all things have we trespassed, and not obeyed thy commandments, nor kept them, neither done as thou hast commanded us, that it might go well with us.
GRK
Καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας.
KJV
Wherefore all that thou hast brought upon us, and every thing that thou hast done to us, thou hast done in true judgment.
GRK
Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
KJV
And thou didst deliver us into the hands of lawless enemies, most hateful forsakers of God, and to an unjust king, and the most wicked in all the world.
GRK
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε.
KJV
And now we cannot open our mouths, we are become a shame and reproach to thy servants; and to them that worship thee.
GRK
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου,
KJV
Yet deliver us not up wholly, for thy name’s sake, neither disannul thou thy covenant:
GRK
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἁβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου,
KJV
And cause not thy mercy to depart from us, for thy beloved Abraham’s sake, for thy servant Issac’s sake, and for thy holy Israel’s sake;
GRK
οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
KJV
To whom thou hast spoken and promised, that thou wouldest multiply their seed as the stars of heaven, and as the sand that lieth upon the seashore.
GRK
Ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμὲν ταπεενοὶ ἐν πάσῃ τῇ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν.
KJV
For we, O Lord, are become less than any nation, and be kept under this day in all the world because of our sins.
GRK
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐναντίον σου, καὶ εὑρεῖν ἕλεος.
KJV
Neither is there at this time prince, or prophet, or leader, or burnt offering, or sacrifice, or oblation, or incense, or place to sacrifice before thee, and to find mercy.
GRK
Ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώσει κριῶν καὶ ταύρων, καὶ ἐν μυριάσιν ἀρνῶν πιόνων,
KJV
Nevertheless in a contrite heart and an humble spirit let us be accepted.
GRK
οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελέσαι ὄπισθέν σου· ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
KJV
Like as in the burnt offerings of rams and bullocks, and like as in ten thousands of fat lambs: so let our sacrifice be in thy sight this day, and grant that we may wholly go after thee: for they shall not be confounded that put their trust in thee.
GRK
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. Μὴ καταισχύνῃς ἡμᾶς,
KJV
And now we follow thee with all our heart, we fear thee, and seek thy face.
GRK
ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
KJV
Put us not to shame: but deal with us after thy lovingkindness, and according to the multitude of thy mercies.
GRK
Καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε·
KJV
Deliver us also according to thy marvellous works, and give glory to thy name, O Lord: and let all them that do thy servants hurt be ashamed;
GRK
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη,
KJV
And let them be confounded in all their power and might, and let their strength be broken;
GRK
καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος, καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.
KJV
And let them know that thou art God, the only God, and glorious over the whole world.
GRK
Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα.
KJV
And the king’s servants, that put them in, ceased not to make the oven hot with rosin, pitch, tow, and small wood;
GRK
Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα.
KJV
So that the flame streamed forth above the furnace forty and nine cubits.
GRK
Καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
KJV
And it passed through, and burned those Chaldeans it found about the furnace.
GRK
Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,
KJV
But the angel of the Lord came down into the oven together with Azarias and his fellows, and smote the flame of the fire out of the oven;
GRK
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου, ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ; καὶ οὐκ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτοῖς.
KJV
And made the midst of the furnace as it had been a moist whistling wind, so that the fire touched them not at all, neither hurt nor troubled them.
GRK
Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν, καὶ ἐδόξαζον, καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες,
KJV
Then the three, as out of one mouth, praised, glorified, and blessed, God in the furnace, saying,
GRK
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας.
KJV
Blessed art thou, O Lord God of our fathers: and to be praised and exalted above all for ever.
KJV
And blessed is thy glorious and holy name: and to be praised and exalted above all for ever.
GRK
Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
KJV
Blessed art thou in the temple of thine holy glory: and to be praised and glorified above all for ever.
GRK
Εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερυμνούμενος εἰς τοῦς αἰῶνας.
KJV
Blessed art thou that beholdest the depths, and sittest upon the cherubims: and to be praised and exalted above all for ever.
GRK
Εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβὶμ, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
KJV
Blessed art thou on the glorious throne of thy kingdom: and to be praised and glorified above all for ever.
GRK
Εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
KJV
Blessed art thou in the firmament of heaven: and above all to be praised and glorified for ever.
GRK
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye works of the Lord, bless ye the Lord: praise and exalt him above all for ever,
GRK
Εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye heavens, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε οὐρανοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye angels of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ὕδατα καὶ πάντα τὰ ὑπεράνω τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye waters that be above the heaven, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογείτω πᾶσα ἡ δύναμις Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye powers of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye sun and moon, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye stars of heaven, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O every shower and dew, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye winds, bless ye the Lord: praise and exalt him above all for ever,
GRK
Εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye fire and heat, bless ye the Lord: praise and exalt him above all for ever.
KJV
O ye winter and summer, bless ye the Lord: praise and exalt him above all for ever.
KJV
O ye dews and storms of snow, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν Κύριον, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye nights and days, bless ye the Lord: bless and exalt him above all for ever.
GRK
Εὐλογεῖτε φῶς καὶ σκότος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε ψύχος καὶ καῦμα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye light and darkness, bless ye the Lord: praise and exalt him above all for ever.
KJV
O ye ice and cold, bless ye the Lord: praise and exalt him above all for ever.
KJV
O ye frost and snow, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye lightnings and clouds, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογείτω ἡ γῆ τὸν Κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O let the earth bless the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye mountains and little hills, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῇ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye things that grow in the earth, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε αἱ πηγαὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑμερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye mountains, bless ye the Lord: Praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε θάλασσα καὶ ποταμοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye seas and rivers, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye whales, and all that move in the waters, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye fowls of the air, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O all ye beasts and cattle, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε υἱοὶ τῶν ἀνθρώπων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye children of men, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε Ἰσραὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O Israel, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ἱερεῖς τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye priests of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε δοῦλοι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye servants of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye spirits and souls of the righteous, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
KJV
O ye holy and humble men of heart, bless ye the Lord: praise and exalt him above all for ever.
GRK
Εὐλογεῖτε Ἀνανία, Ἀζαρία, Μισαὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς· καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς, καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς.
KJV
O Ananias, Azarias, and Misael, bless ye the Lord: praise and exalt him above all for ever: for he hath delivered us from hell, and saved us from the hand of death, and delivered us out of the midst of the furnace and burning flame: even out of the midst of the fire hath he delivered us.
GRK
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
KJV
O give thanks unto the Lord, because he is gracious: for his mercy endureth for ever.
GRK
Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
KJV
O all ye that worship the Lord, bless the God of gods, praise him, and give him thanks: for his mercy endureth for ever.