Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
KJV
There dwelt a man in Babylon, called Joacim:
GRK
Καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα, καὶ φοβουμένη τὸν Κύριον.
KJV
And he took a wife, whose name was Susanna, the daughter of Chelcias, a very fair woman, and one that feared the Lord.
GRK
Καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
KJV
Her parents also were righteous, and taught their daughter according to the law of Moses.
GRK
Καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
KJV
Now Joacim was a great rich man, and had a fair garden joining unto his house: and to him resorted the Jews; because he was more honourable than all others.
GRK
Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν.
KJV
The same year were appointed two of the ancients of the people to be judges, such as the Lord spake of, that wickedness came from Babylon from ancient judges, who seemed to govern the people.
GRK
Οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακεὶμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
KJV
These kept much at Joacim’s house: and all that had any suits in law came unto them.
GRK
Καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα, καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
KJV
Now when the people departed away at noon, Susanna went into her husband’s garden to walk.
GRK
Καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην, καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς,
KJV
And the two elders saw her going in every day, and walking; so that their lust was inflamed toward her.
GRK
καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν, μηδὲ μνημονεύειν κριμάτων δικαίων.
KJV
And they perverted their own mind, and turned away their eyes, that they might not look unto heaven, nor remember just judgments.
GRK
Καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·
KJV
And albeit they both were wounded with her love, yet durst not one shew another his grief.
GRK
Ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν, ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
KJV
For they were ashamed to declare their lust, that they desired to have to do with her.
GRK
Καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
KJV
Yet they watched diligently from day to day to see her.
GRK
Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί.
KJV
And the one said to the other, Let us now go home: for it is dinner time.
GRK
Καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων, καὶ ἀνακάμφαντες ἦλθον ἐπιτοαυτὸ, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν, ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
KJV
So when they were gone out, they parted the one from the other, and turning back again they came to the same place; and after that they had asked one another the cause, they acknowledged their lust: then appointed they a time both together, when they might find her alone.
GRK
Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον, εἰσῆλθέ ποτε καθὼς χθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.
KJV
And it fell out, as they watched a fit time, she went in as before with two maids only, and she was desirous to wash herself in the garden: for it was hot.
GRK
Καὶ οὐκ ἧν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι, καὶ παρατηροῦντες αὐτήν.
KJV
And there was no body there save the two elders, that had hid themselves, and watched her.
GRK
Καὶ εἶπε τοῖς κορασίοις, ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα, καὶ τας θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
KJV
Then she said to her maids, Bring me oil and washing balls, and shut the garden doors, that I may wash me.
GRK
Καὶ ἐποίησαν καθὼς εἶπε, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας, ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι.
KJV
And they did as she bade them, and shut the garden doors, and went out themselves at privy doors to fetch the things that she had commanded them: but they saw not the elders, because they were hid.
GRK
Καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύται, καὶ ἐπέδραμον αὐτῇ,
KJV
Now when the maids were gone forth, the two elders rose up, and ran unto her, saying,
GRK
καὶ εἶπον, ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σου ἐσμέν· διὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθʼ ἡμῶν.
KJV
Behold, the garden doors are shut, that no man can see us, and we are in love with thee; therefore consent unto us, and lie with us.
GRK
Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
KJV
If thou wilt not, we will bear witness against thee, that a young man was with thee: and therefore thou didst send away thy maids from thee.
GRK
Καὶ ἀνεστέναξε Σωσάννα, καὶ εἶπε, στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοι ἐστίν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
KJV
Then Susanna sighed, and said, I am straitened on every side: for if I do this thing, it is death unto me: and if I do it not I cannot escape your hands.
GRK
Αἱρετώτερόν μοι ἐστὶ μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
KJV
It is better for me to fall into your hands, and not do it, than to sin in the sight of the Lord.
GRK
Καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα· ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύται κατέναντι αὐτῆς.
KJV
With that Susanna cried with a loud voice: and the two elders cried out against her.
GRK
Καὶ δραμων ὁ εἷς, ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.
KJV
Then ran the one, and opened the garden door.
GRK
Ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδεισῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
KJV
So when the servants of the house heard the cry in the garden, they rushed in at the privy door, to see what was done unto her.
GRK
Ἡνίκα δὲ εἶπα οἱ πρεσβύται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σωσάννης.
KJV
But when the elders had declared their matter, the servants were greatly ashamed: for there was never such a report made of Susanna.
GRK
Καὶ ἐγένετο τῇ ἐπαύριον, ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακεὶμ, ἦλθον οἱ δύο πρεσβύται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης, τοῦ θανατῶσαι αὐτὴν,
KJV
And it came to pass the next day, when the people were assembled to her husband Joacim, the two elders came also full of mischievous imagination against Susanna to put her to death;
GRK
καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ, ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ Ἰωακείμ· οἱ δὲ ἀπέστειλαν.
KJV
And said before the people, Send for Susanna, the daughter of Chelcias, Joacim’s wife. And so they sent.
GRK
Καὶ ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς, καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
KJV
So she came with her father and mother, her children, and all her kindred.
GRK
Ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα, καὶ καλὴ τῷ εἴδει.
KJV
Now Susanna was a very delicate woman, and beauteous to behold.
GRK
Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτὴν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς.
KJV
And these wicked men commanded to uncover her face, (for she was covered) that they might be filled with her beauty.
GRK
Ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς, καὶ πάντες οἱ ἰδόντες αὐτήν.
KJV
Therefore her friends and all that saw her wept.
GRK
Ἀναστάντες δὲ οἱ δύο πρεσβύται ἐν μέσῳ τῷ λαῷ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς.
KJV
Then the two elders stood up in the midst of the people, and laid their hands upon her head.
GRK
Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.
KJV
And she weeping looked up toward heaven: for her heart trusted in the Lord.
GRK
Εἶπον δὲ οἱ πρεσβύται, περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέλυσε τὰς παιδίσκας.
KJV
And the elders said, As we walked in the garden alone, this woman came in with two maids, and shut the garden doors, and sent the maids away.
GRK
Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.
KJV
Then a young man, who there was hid, came unto her, and lay with her.
GRK
Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπʼ αὐτούς.
KJV
Then we that stood in a corner of the garden, seeing this wickedness, ran unto them.
GRK
Καὶ ἰδόντες συγγινομένους αὐτοὺς, ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
KJV
And when we saw them together, the man we could not hold: for he was stronger than we, and opened the door, and leaped out.
GRK
Ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος· καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν· ταῦτα μαρτυροῦμεν.
KJV
But having taken this woman, we asked who the young man was, but she would not tell us: these things do we testify.
GRK
Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
KJV
Then the assembly believed them as those that were the elders and judges of the people: so they condemned her to death.
GRK
Ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα, καὶ εἶπεν, ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
KJV
Then Susanna cried out with a loud voice, and said, O everlasting God, that knowest the secrets, and knowest all things before they be:
GRK
σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.
KJV
Thou knowest that they have borne false witness against me, and, behold, I must die; whereas I never did such things as these men have maliciously invented against me.
GRK
Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.
KJV
And the Lord heard her voice.
GRK
Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιήλ.
KJV
Therefore when she was led to be put to death, the Lord raised up the holy spirit of a young youth whose name was Daniel:
GRK
Καὶ ἐβόησε φωνῇ μεγάλῃ, ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
KJV
Who cried with a loud voice, I am clear from the blood of this woman.
GRK
Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν, καὶ εἶπαν, τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;
KJV
Then all the people turned them toward him, and said, What mean these words that thou hast spoken?
GRK
Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν, εἶπεν, οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες, κατεκρίνατε θυγατέρα Ἰσραήλ;
KJV
So he standing in the midst of them said, Are ye such fools, ye sons of Israel, that without examination or knowledge of the truth ye have condemned a daughter of Israel?
GRK
Ἀναστρέψατε εἰς τὸ κριτήριον, ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.
KJV
Return again to the place of judgment: for they have borne false witness against her.
GRK
Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς· καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι, δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.
KJV
Wherefore all the people turned again in haste, and the elders said unto him, Come, sit down among us, and shew it us, seeing God hath given thee the honour of an elder.
GRK
Καὶ εἶπε πρὸς αὐτοὺς Δανιὴλ, διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακρὰν, καὶ ἀνακρινῶ αὐτούς.
KJV
Then said Daniel unto them, Put these two aside one far from another, and I will examine them.
GRK
Ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνὸς, ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ εἶπε πρὸς αὐτὸν, πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον,
KJV
So when they were put asunder one from another, he called one of them, and said unto him, O thou that art waxen old in wickedness, now thy sins which thou hast committed aforetime are come to light.
GRK
κρίνων κρίσεις ἀδίκους· καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Θεοῦ, ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.
KJV
For thou hast pronounced false judgment and hast condemned the innocent and hast let the guilty go free; albeit the Lord saith, The innocent and righteous shalt thou not slay.
GRK
Νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπὸν, ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ σχῖνον.
KJV
Now then, if thou hast seen her, tell me, Under what tree sawest thou them companying together? Who answered, Under a mastick tree.
GRK
Εἶπε δὲ Δανιὴλ, ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος φάσιν Θεοῦ λαβὼν παρὰ τοῦ Θεοῦ, σχίσει σε μέσον.
KJV
And Daniel said, Very well; thou hast lied against thine own head; for even now the angel of God hath received the sentence of God to cut thee in two.
GRK
Καὶ μεταστήσας αὐτὸν, ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον, καὶ εἶπεν αὐτῷ, σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου.
KJV
So he put him aside, and commanded to bring the other, and said unto him, O thou seed of Chanaan, and not of Juda, beauty hath deceived thee, and lust hath perverted thine heart.
GRK
Οὕτως ἑποιεῖτε θυγατράσιν Ἰσραὴλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.
KJV
Thus have ye dealt with the daughters of Israel, and they for fear companied with you: but the daughter of Juda would not abide your wickedness.
GRK
Νῦν οὖν λέγε μοι, ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ πρίνον.
KJV
Now therefore tell me, Under what tree didst thou take them companying together? Who answered, Under an holm tree.
GRK
Εἶπε δὲ αὐτῷ Δανιὴλ, ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλὴν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ, τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.
KJV
Then said Daniel unto him, Well; thou hast also lied against thine own head: for the angel of God waiteth with the sword to cut thee in two, that he may destroy you.
GRK
Καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.
KJV
With that all the assembly cried out with a loud voice, and praised God, who saveth them that trust in him.
GRK
Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας.
KJV
And they arose against the two elders, for Daniel had convicted them of false witness by their own mouth:
GRK
Καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον· ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ· καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
KJV
And according to the law of Moses they did unto them in such sort as they maliciously intended to do to their neighbour: and they put them to death. Thus the innocent blood was saved the same day.
GRK
Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν αὐτῶν, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
KJV
Therefore Chelcias and his wife praised God for their daughter Susanna, with Joacim her husband, and all the kindred, because there was no dishonesty found in her.
GRK
Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης, καὶ ἐπέκεινα.
KJV
From that day forth was Daniel had in great reputation in the sight of the people.