Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ἔλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν
KJV
And he spake a parable unto them to this end, that men ought always to pray, and not to faint;
GRK
λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
KJV
Saying, There was in a city a judge, which feared not God, neither regarded man:
GRK
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
KJV
And there was a widow in that city; and she came unto him, saying, Avenge me of mine adversary.
GRK
καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον. μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι,
KJV
And he would not for a while: but afterward he said within himself, Though I fear not God, nor regard man;
GRK
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
KJV
Yet because this widow troubleth me, I will avenge her, lest by her continual coming she weary me.
GRK
Εἶπεν δὲ ὁ κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
KJV
And the Lord said, Hear what the unjust judge saith.
GRK
ὁ δὲ θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς;
KJV
And shall not God avenge his own elect, which cry day and night unto him, though he bear long with them?
GRK
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
KJV
I tell you that he will avenge them speedily. Nevertheless when the Son of man cometh, shall he find faith on the earth?
GRK
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.
KJV
And he spake this parable unto certain which trusted in themselves that they were righteous, and despised others:
GRK
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
KJV
Two men went up into the temple to pray; the one a Pharisee, and the other a publican.
GRK
ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
KJV
The Pharisee stood and prayed thus with himself, God, I thank thee, that I am not as other men are, extortioners, unjust, adulterers, or even as this publican.
GRK
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
KJV
I fast twice in the week, I give tithes of all that I possess.
GRK
καὶ Ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν, ἐπᾶραι ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
KJV
And the publican, standing afar off, would not lift up so much as his eyes unto heaven, but smote upon his breast, saying, God be merciful to me a sinner.
GRK
λέγω ὑμῖν· κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
KJV
I tell you, this man went down to his house justified rather than the other: for every one that exalteth himself shall be abased; and he that humbleth himself shall be exalted.
GRK
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
KJV
And they brought unto him also infants, that he would touch them: but when his disciples saw it, they rebuked them.
GRK
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
KJV
But Jesus called them unto him, and said, Suffer little children to come unto me, and forbid them not: for of such is the kingdom of God.
GRK
ἀμὴν λέγω ὑμῖν· ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
KJV
Verily I say unto you, Whosoever shall not receive the kingdom of God as a little child shall in no wise enter therein.
GRK
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
KJV
And a certain ruler asked him, saying, Good Master, what shall I do to inherit eternal life?
GRK
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
KJV
And Jesus said unto him, Why callest thou me good? none is good, save one, that is, God.
GRK
τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
KJV
Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour thy father and thy mother.
GRK
ὁ δὲ εἶπεν· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητος μου.
KJV
And he said, All these have I kept from my youth up.
GRK
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο, ἀκολούθει μοι.
KJV
Now when Jesus heard these things, he said unto him, Yet lackest thou one thing: sell all that thou hast, and distribute unto the poor, and thou shalt have treasure in heaven: and come, follow me.
GRK
Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο ἦν γὰρ πλούσιος σφόδρα.
KJV
And when he heard this, he was very sorrowful: for he was very rich.
GRK
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ
KJV
And when Jesus saw that he was very sorrowful, he said, How hardly shall they that have riches enter into the kingdom of God!
GRK
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
KJV
For it is easier for a camel to go through a needle’s eye, than for a rich man to enter into the kingdom of God.
GRK
Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;
KJV
And they that heard it said, Who then can be saved?
GRK
ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν. παρὰ τῷ θεῷ
KJV
And he said, The things which are impossible with men are possible with God.
GRK
Εἶπεν δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
KJV
Then Peter said, Lo, we have left all, and followed thee.
GRK
Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
KJV
And he said unto them, Verily I say unto you, There is no man that hath left house, or parents, or brethren, or wife, or children, for the kingdom of God’s sake,
GRK
ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
KJV
Who shall not receive manifold more in this present time, and in the world to come life everlasting.
GRK
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
KJV
¶ Then he took unto him the twelve, and said unto them, Behold, we go up to Jerusalem, and all things that are written by the prophets concerning the Son of man shall be accomplished.
GRK
παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
KJV
For he shall be delivered unto the Gentiles, and shall be mocked, and spitefully entreated, and spitted on:
GRK
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
KJV
And they shall scourge him, and put him to death: and the third day he shall rise again.
GRK
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
KJV
And they understood none of these things: and this saying was hid from them, neither knew they the things which were spoken.
GRK
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν
KJV
¶ And it came to pass, that as he was come nigh unto Jericho, a certain blind man sat by the way side begging:
GRK
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο.
KJV
And hearing the multitude pass by, he asked what it meant.
GRK
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
KJV
And they told him, that Jesus of Nazareth passeth by.
GRK
καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαβίδ, ἐλέησόν με.
KJV
And he cried, saying, Jesus, thou Son of David, have mercy on me.
GRK
Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαβίδ, ἐλέησόν με.
KJV
And they which went before rebuked him, that he should hold his peace: but he cried so much the more, Thou Son of David, have mercy on me.
GRK
Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
KJV
And Jesus stood, and commanded him to be brought unto him: and when he was come near, he asked him,
GRK
λέγων τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· κύριε, ἵνα ἀναβλέψω.
KJV
Saying, What wilt thou that I shall do unto thee? And he said, Lord, that I may receive my sight.
GRK
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
KJV
And Jesus said unto him, Receive thy sight: thy faith hath saved thee.
GRK
καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
KJV
And immediately he received his sight, and followed him, glorifying God: and all the people, when they saw it, gave praise unto God.