Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
KJV And Jesus entered and passed through Jericho.
2
GRK καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος·
KJV And, behold, there was a man named Zacchæus, which was the chief among the publicans, and he was rich.
3
GRK καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
KJV And he sought to see Jesus who he was; and could not for the press, because he was little of stature.
4
GRK καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν ἵνα ἴδῃ αὐτόν, ὅτι δι᾽ ἐκείνης ἤμελλεν διέρχεσθαι.
KJV And he ran before, and climbed up into a sycomore tree to see him: for he was to pass that way.
5
GRK καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
KJV And when Jesus came to the place, he looked up, and saw him, and said unto him, Zacchæus, make haste, and come down; for to day I must abide at thy house.
6
GRK καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
KJV And he made haste, and came down, and received him joyfully.
7
GRK καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
KJV And when they saw it, they all murmured, saying, That he was gone to be guest with a man that is a sinner.
8
GRK Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων, μου κύριε, δίδωμι· τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
KJV And Zacchæus stood, and said unto the Lord; Behold, Lord, the half of my goods I give to the poor; and if I have taken any thing from any man by false accusation, I restore him fourfold.
9
GRK Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
KJV And Jesus said unto him, This day is salvation come to this house, forsomuch as he also is a son of Abraham.
10
GRK ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
KJV For the Son of man is come to seek and to save that which was lost.
11
GRK Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
KJV And as they heard these things, he added and spake a parable, because he was nigh to Jerusalem, and because they thought that the kingdom of God should immediately appear.
12
GRK Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
KJV He said therefore, A certain nobleman went into a far country to receive for himself a kingdom, and to return.
13
GRK καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἕως ἔρχομαι.
KJV And he called his ten servants, and delivered them ten pounds, and said unto them, Occupy till I come.
14
GRK οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
KJV But his citizens hated him, and sent a message after him, saying, We will not have this man to reign over us.
15
GRK καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο
KJV And it came to pass, that when he was returned, having received the kingdom, then he commanded these servants to be called unto him, to whom he had given the money, that he might know how much every man had gained by trading.
16
GRK Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.
KJV Then came the first, saying, Lord, thy pound hath gained ten pounds.
17
GRK καὶ εἶπεν αὐτῷ· Εὖ ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
KJV And he said unto him, Well, thou good servant: because thou hast been faithful in a very little, have thou authority over ten cities.
18
GRK Καὶ ἦλθεν ὁ δεύτερος λέγων· κύριε, ἡ μνᾶ σου, ἐποίησεν πέντε μνᾶς.
KJV And the second came, saying, Lord, thy pound hath gained five pounds.
19
GRK εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.
KJV And he said likewise to him, Be thou also over five cities.
20
GRK Καὶ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
KJV And another came, saying, Lord, behold, here is thy pound, which I have kept laid up in a napkin:
21
GRK ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
KJV For I feared thee, because thou art an austere man: thou takest up that thou layedst not down, and reapest that thou didst not sow.
22
GRK Λέγει δὲ αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
KJV And he saith unto him, Out of thine own mouth will I judge thee, thou wicked servant. Thou knewest that I was an austere man, taking up that I laid not down, and reaping that I did not sow:
23
GRK καὶ διὰ τί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα; αὐτὸ
KJV Wherefore then gavest not thou my money into the bank, that at my coming I might have required mine own with usury?
24
GRK καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
KJV And he said unto them that stood by, Take from him the pound, and give it to him that hath ten pounds.
25
GRK καὶ εἶπον αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
KJV (And they said unto him, Lord, he hath ten pounds.)
26
GRK λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
KJV For I say unto you, That unto every one which hath shall be given; and from him that hath not, even that he hath shall be taken away from him.
27
GRK Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου.
KJV But those mine enemies, which would not that I should reign over them, bring hither, and slay them before me.
28
GRK Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
KJV And when he had thus spoken, he went before, ascending up to Jerusalem.
29
GRK καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ
KJV And it came to pass, when he was come nigh to Bethphage and Bethany, at the mount called the mount of Olives, he sent two of his disciples,
30
GRK εἰπών ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· λύσαντες αὐτὸν ἀγάγετε.
KJV Saying, Go ye into the village over against you; in the which at your entering ye shall find a colt tied, whereon yet never man sat: loose him, and bring him hither.
31
GRK καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
KJV And if any man ask you, Why do ye loose him? thus shall ye say unto him, Because the Lord hath need of him.
32
GRK Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
KJV And they that were sent went their way, and found even as he had said unto them.
33
GRK λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
KJV And as they were loosing the colt, the owners thereof said unto them, Why loose ye the colt?
34
GRK οἱ δὲ εἶπον· ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
KJV And they said, The Lord hath need of him.
35
GRK καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
KJV And they brought him to Jesus: and they cast their garments upon the colt, and they set Jesus thereon.
36
GRK πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
KJV And as he went, they spread their clothes in the way.
37
GRK Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
KJV And when he was come nigh, even now at the descent of the mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen;
38
GRK λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη, ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις.
KJV Saying, Blessed be the King that cometh in the name of the Lord: peace in heaven, and glory in the highest.
39
GRK καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
KJV And some of the Pharisees from among the multitude said unto him, Master, rebuke thy disciples.
40
GRK καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν οἱ λίθοι κεκράξονται
KJV And he answered and said unto them, I tell you that, if these should hold their peace, the stones would immediately cry out.
41
GRK Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτῇ
KJV And when he was come near, he beheld the city, and wept over it,
42
GRK λέγων ὅτι εἰ ἔγνως καὶ σὺ καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
KJV Saying, If thou hadst known, even thou, at least in this thy day, the things which belong unto thy peace! but now they are hid from thine eyes.
43
GRK ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
KJV For the days shall come upon thee, that thine enemies shall cast a trench about thee, and compass thee round, and keep thee in on every side,
44
GRK καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν ἐν σοί, λίθον ἐπὶ λίθῳ ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
KJV And shall lay thee even with the ground, and thy children within thee; and they shall not leave in thee one stone upon another; because thou knewest not the time of thy visitation.
45
GRK Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας
KJV And he went into the temple, and began to cast out them that sold therein, and them that bought;
46
GRK λέγων αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς· ἐστιν ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
KJV Saying unto them, It is written, My house is the house of prayer: but ye have made it a den of thieves.
47
GRK καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
KJV And he taught daily in the temple. But the chief priests and the scribes and the chief of the people sought to destroy him,
48
GRK καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
KJV And could not find what they might do: for all the people were very attentive to hear him.