Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα,
KJV
Now the feast of unleavened bread drew nigh, which is called the Passover.
GRK
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
KJV
And the chief priests and scribes sought how they might kill him; for they feared the people.
GRK
εἰσῆλθεν δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
KJV
¶ Then entered Satan into Judas surnamed Iscariot, being of the number of the twelve.
GRK
καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς
KJV
And he went his way, and communed with the chief priests and captains, how he might betray him unto them.
GRK
καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
KJV
And they were glad, and covenanted to give him money.
GRK
καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς. ἄτερ ὄχλου
KJV
And he promised, and sought opportunity to betray him unto them in the absence of the multitude.
GRK
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα.
KJV
¶ Then came the day of unleavened bread, when the passover must be killed.
GRK
καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
KJV
And he sent Peter and John, saying, Go and prepare us the passover, that we may eat.
GRK
οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
KJV
And they said unto him, Where wilt thou that we prepare?
GRK
ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων. ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται·
KJV
And he said unto them, Behold, when ye are entered into the city, there shall a man meet you, bearing a pitcher of water; follow him into the house where he entereth in.
GRK
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος· ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
KJV
And ye shall say unto the goodman of the house, The Master saith unto thee, Where is the guestchamber, where I shall eat the passover with my disciples?
GRK
κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
KJV
And he shall shew you a large upper room furnished: there make ready.
GRK
ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
KJV
And they went, and found as he had said unto them: and they made ready the passover.
GRK
καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
KJV
And when the hour was come, he sat down, and the twelve apostles with him.
GRK
καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
KJV
And he said unto them, With desire I have desired to eat this passover with you before I suffer:
GRK
λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
KJV
For I say unto you, I will not any more eat thereof, until it be fulfilled in the kingdom of God.
GRK
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς
KJV
And he took the cup, and gave thanks, and said, Take this, and divide it among yourselves:
GRK
λέγω γὰρ ὑμῖν· ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
KJV
For I say unto you, I will not drink of the fruit of the vine, until the kingdom of God shall come.
GRK
Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
KJV
¶ And he took bread, and gave thanks, and brake it, and gave unto them, saying, This is my body which is given for you: this do in remembrance of me.
GRK
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
KJV
Likewise also the cup after supper, saying, This cup is the new testament in my blood, which is shed for you.
GRK
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
KJV
¶ But, behold, the hand of him that betrayeth me is with me on the table.
GRK
καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται· κατὰ τὸ ὡρισμένον πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
KJV
And truly the Son of man goeth, as it was determined: but woe unto that man by whom he is betrayed!
GRK
καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
KJV
And they began to enquire among themselves, which of them it was that should do this thing.
GRK
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
KJV
¶ And there was also a strife among them, which of them should be accounted the greatest.
GRK
ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
KJV
And he said unto them, The kings of the Gentiles exercise lordship over them; and they that exercise authority upon them are called benefactors.
GRK
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
KJV
But ye shall not be so: but he that is greatest among you, let him be as the younger; and he that is chief, as he that doth serve.
GRK
τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
KJV
For whether is greater, he that sitteth at meat, or he that serveth? is not he that sitteth at meat? but I am among you as he that serveth.
GRK
ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου.
KJV
Ye are they which have continued with me in my temptations.
GRK
κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
KJV
And I appoint unto you a kingdom, as my Father hath appointed unto me;
GRK
ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθίσησθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
KJV
That ye may eat and drink at my table in my kingdom, and sit on thrones judging the twelve tribes of Israel.
GRK
Εἶπεν δὲ ὁ κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον.
KJV
¶ And the Lord said, Simon, Simon, behold, Satan hath desired to have you, that he may sift you as wheat:
GRK
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
KJV
But I have prayed for thee, that thy faith fail not: and when thou art converted, strengthen thy brethren.
GRK
ὁ δὲ εἶπεν αὐτῷ· κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
KJV
And he said unto him, Lord, I am ready to go with thee, both into prison, and to death.
GRK
ὁ δὲ εἶπεν· λέγω σοι, Πέτρε, οὐ μή φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρίς ἀπαρνήσῃ μή εἰδέναι. με
KJV
And he said, I tell thee, Peter, the cock shall not crow this day, before that thou shalt thrice deny that thou knowest me.
GRK
Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπον· οὐδενός.
KJV
And he said unto them, When I sent you without purse, and scrip, and shoes, lacked ye any thing? And they said, Nothing.
GRK
εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
KJV
Then said he unto them, But now, he that hath a purse, let him take it, and likewise his scrip: and he that hath no sword, let him sell his garment, and buy one.
GRK
λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη. καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
KJV
For I say unto you, that this that is written must yet be accomplished in me, And he was reckoned among the transgressors: for the things concerning me have an end.
GRK
οἱ δὲ εἶπον· κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστιν.
KJV
And they said, Lord, behold, here are two swords. And he said unto them, It is enough.
GRK
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν. ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.
KJV
¶ And he came out, and went, as he was wont, to the mount of Olives; and his disciples also followed him.
GRK
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
KJV
And when he was at the place, he said unto them, Pray that ye enter not into temptation.
GRK
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
KJV
And he was withdrawn from them about a stone’s cast, and kneeled down, and prayed,
GRK
λέγων· πάτερ, εἰ βούλει παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γενέσθω
KJV
Saying, Father, if thou be willing, remove this cup from me: nevertheless not my will, but thine, be done.
GRK
[[ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.
KJV
And there appeared an angel unto him from heaven, strengthening him.
GRK
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.]]
KJV
And being in an agony he prayed more earnestly: and his sweat was as it were great drops of blood falling down to the ground.
GRK
καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς αὐτοῦ εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης
KJV
And when he rose up from prayer, and was come to his disciples, he found them sleeping for sorrow,
GRK
καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
KJV
And said unto them, Why sleep ye? rise and pray, lest ye enter into temptation.
GRK
Ἔτι δέ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτῶν καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
KJV
¶ And while he yet spake, behold a multitude, and he that was called Judas, one of the twelve, went before them, and drew near unto Jesus to kiss him.
GRK
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
KJV
But Jesus said unto him, Judas, betrayest thou the Son of man with a kiss?
GRK
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
KJV
When they which were about him saw what would follow, they said unto him, Lord, shall we smite with the sword?
GRK
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
KJV
¶ And one of them smote the servant of the high priest, and cut off his right ear.
GRK
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου. καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.
KJV
And Jesus answered and said, Suffer ye thus far. And he touched his ear, and healed him.
GRK
εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
KJV
Then Jesus said unto the chief priests, and captains of the temple, and the elders, which were come to him, Be ye come out, as against a thief, with swords and staves?
GRK
καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. ἀλλ᾽ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
KJV
When I was daily with you in the temple, ye stretched forth no hands against me: but this is your hour, and the power of darkness.
GRK
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
KJV
¶ Then took they him, and led him, and brought him into the high priest’s house. And Peter followed afar off.
GRK
Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
KJV
And when they had kindled a fire in the midst of the hall, and were set down together, Peter sat down among them.
GRK
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· καὶ οὗτος σὺν αὐτῷ ἦν.
KJV
But a certain maid beheld him as he sat by the fire, and earnestly looked upon him, and said, This man was also with him.
GRK
ὁ δὲ ἠρνήσατο αὐτόν λέγων· γύναι. οὐκ οἶδα αὐτόν,
KJV
And he denied him, saying, Woman, I know him not.
GRK
Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἴπεν ἄνθρωπε, οὐκ εἰμί.
KJV
And after a little while another saw him, and said, Thou art also of them. And Peter said, Man, I am not.
GRK
καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
KJV
And about the space of one hour after another confidently affirmed, saying, Of a truth this fellow also was with him: for he is a Galilæan.
GRK
εἶπεν δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ὁ ἀλέκτωρ.
KJV
And Peter said, Man, I know not what thou sayest. And immediately, while he yet spake, the cock crew.
GRK
καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς.
KJV
And the Lord turned, and looked upon Peter. And Peter remembered the word of the Lord, how he had said unto him, Before the cock crow, thou shalt deny me thrice.
GRK
καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσεν πικρῶς.
KJV
And Peter went out, and wept bitterly.
GRK
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες.
KJV
¶ And the men that held Jesus mocked him, and smote him.
GRK
καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
KJV
And when they had blindfolded him, they struck him on the face, and asked him, saying, Prophesy, who is it that smote thee?
GRK
καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
KJV
And many other things blasphemously spake they against him.
GRK
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες
KJV
¶ And as soon as it was day, the elders of the people and the chief priests and the scribes came together, and led him into their council, saying,
GRK
εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν. εἶπεν δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε.
KJV
Art thou the Christ? tell us. And he said unto them, If I tell you, ye will not believe:
GRK
ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε μοι, ἢ ἀπολύσητε.
KJV
And if I also ask you, ye will not answer me, nor let me go.
GRK
ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
KJV
Hereafter shall the Son of man sit on the right hand of the power of God.
GRK
εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
KJV
Then said they all, Art thou then the Son of God? And he said unto them, Ye say that I am.
GRK
οἱ δὲ εἶπον· τί ἔτι χρείαν; ἔχομεν μαρτυρίας αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
KJV
And they said, What need we any further witness? for we ourselves have heard of his own mouth.