Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
KJV And the whole multitude of them arose, and led him unto Pilate.
2
GRK Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.
KJV And they began to accuse him, saying, We found this fellow perverting the nation, and forbidding to give tribute to Cæsar, saying that he himself is Christ a King.
3
GRK Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
KJV And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him and said, Thou sayest it.
4
GRK ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
KJV Then said Pilate to the chief priests and to the people, I find no fault in this man.
5
GRK οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
KJV And they were the more fierce, saying, He stirreth up the people, teaching throughout all Jewry, beginning from Galilee to this place.
6
GRK Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
KJV When Pilate heard of Galilee, he asked whether the man were a Galilæan.
7
GRK καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
KJV And as soon as he knew that he belonged unto Herod’s jurisdiction, he sent him to Herod, who himself also was at Jerusalem at that time.
8
GRK Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
KJV ¶ And when Herod saw Jesus, he was exceeding glad: for he was desirous to see him of a long season, because he had heard many things of him; and he hoped to have seen some miracle done by him.
9
GRK ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
KJV Then he questioned with him in many words; but he answered him nothing.
10
GRK εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
KJV And the chief priests and scribes stood and vehemently accused him.
11
GRK ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
KJV And Herod with his men of war set him at nought, and mocked him, and arrayed him in a gorgeous robe, and sent him again to Pilate.
12
GRK ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς
KJV And the same day Pilate and Herod were made friends together: for before they were at enmity between themselves.
13
GRK Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
KJV And Pilate, when he had called together the chief priests and the rulers and the people,
14
GRK εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·
KJV Said unto them, Ye have brought this man unto me, as one that perverteth the people: and, behold, I, having examined him before you, have found no fault in this man touching those things whereof ye accuse him:
15
GRK ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
KJV No, nor yet Herod: for I sent you to him; and, lo, nothing worthy of death is done unto him.
16
GRK παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
KJV I will therefore chastise him, and release him.
17
GRK ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
KJV (For of necessity he must release one unto them at the feast.)
18
GRK Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
KJV And they cried out all at once, saying, Away with this man, and release unto us Barabbas:
19
GRK ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν
KJV (Who for a certain sedition made in the city, and for murder, was cast into prison.)
20
GRK Πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
KJV Pilate therefore, willing to release Jesus, spake again to them.
21
GRK οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν.
KJV But they cried, saying, Crucify him, crucify him.
22
GRK Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
KJV And he said unto them the third time, Why, what evil hath he done? I have found no cause of death in him: I will therefore chastise him, and let him go.
23
GRK οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
KJV And they were instant with loud voices, requiring that he might be crucified. And the voices of them and of the chief priests prevailed.
24
GRK ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
KJV And Pilate gave sentence that it should be as they required.
25
GRK ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
KJV And he released unto them him that for sedition and murder was cast into prison, whom they had desired; but he delivered Jesus to their will.
26
GRK Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου τοῦ ἐρχομένου ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
KJV And as they led him away, they laid hold upon one Simon, a Cyrenian, coming out of the country, and on him they laid the cross, that he might bear it after Jesus.
27
GRK Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
KJV And there followed him a great company of people, and of women, which also bewailed and lamented him.
28
GRK στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
KJV But Jesus turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children.
29
GRK ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν
KJV For, behold, the days are coming, in the which they shall say, Blessed are the barren, and the wombs that never bare, and the paps which never gave suck.
30
GRK τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς.
KJV Then shall they begin to say to the mountains, Fall on us; and to the hills, Cover us.
31
GRK ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
KJV For if they do these things in a green tree, what shall be done in the dry?
32
GRK Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
KJV And there were also two other, malefactors, led with him to be put to death.
33
GRK καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
KJV And when they were come to the place, which is called Calvary, there they crucified him, and the malefactors, one on the right hand, and the other on the left.
34
GRK [[ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον
KJV Then said Jesus, Father, forgive them; for they know not what they do. And they parted his raiment, and cast lots.
35
GRK καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ὁ τοῦ θεοῦ ἐκλεκτός.
KJV And the people stood beholding. And the rulers also with them derided him, saying, He saved others; let him save himself, if he be Christ, the chosen of God.
36
GRK ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, καὶ ὄξος προσφέροντες αὐτῷ
KJV And the soldiers also mocked him, coming to him, and offering him vinegar,
37
GRK καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
KJV And saying, If thou be the king of the Jews, save thyself.
38
GRK ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτος. ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων
KJV And a superscription also was written over him in letters of Greek, and Latin, and Hebrew, THIS IS THE KING OF THE JEWS.
39
GRK Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· Εἰ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
KJV And one of the malefactors which were hanged railed on him, saying, If thou be Christ, save thyself and us.
40
GRK Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων οὐδὲ φοβῇ σὺ τὸν θεὸν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
KJV But the other answering rebuked him, saying, Dost not thou fear God, seeing thou art in the same condemnation?
41
GRK καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
KJV And we indeed justly; for we receive the due reward of our deeds: but this man hath done nothing amiss.
42
GRK καὶ ἔλεγεν· τῷ Ἰησοῦ, μνήσθητί μου κύριε ὅταν ἔλθῃς ἐν τῇ βασιλεία σου.
KJV And he said unto Jesus, Lord, remember me when thou comest into thy kingdom.
43
GRK καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμήν λέγω· σοι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
KJV And Jesus said unto him, Verily I say unto thee, To day shalt thou be with me in paradise.
44
GRK ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
KJV And it was about the sixth hour, and there was a darkness over all the earth until the ninth hour.
45
GRK καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
KJV And the sun was darkened, and the veil of the temple was rent in the midst.
46
GRK καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
KJV And when Jesus had cried with a loud voice, he said, Father, into thy hands I commend my spirit: and having said thus, he gave up the ghost.
47
GRK Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
KJV Now when the centurion saw what was done, he glorified God, saying, Certainly this was a righteous man.
48
GRK καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
KJV And all the people that came together to that sight, beholding the things which were done, smote their breasts, and returned.
49
GRK Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα.
KJV And all his acquaintance, and the women that followed him from Galilee, stood afar off, beholding these things.
50
GRK Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος·
KJV And, behold, there was a man named Joseph, a counsellor; and he was a good man, and a just:
51
GRK οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν· ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ,
KJV (The same had not consented to the counsel and deed of them;) he was of Arimathæa, a city of the Jews: who also himself waited for the kingdom of God.
52
GRK οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
KJV This man went unto Pilate, and begged the body of Jesus.
53
GRK καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος.
KJV And he took it down, and wrapped it in linen, and laid it in a sepulchre that was hewn in stone, wherein never man before was laid.
54
GRK Καὶ ἡμέρα ἦν παρασκευὴ, καὶ σάββατον ἐπέφωσκεν.
KJV And that day was the preparation, and the sabbath drew on.
55
GRK κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ, ἐκ τῆς Γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
KJV And the women also, which came with him from Galilee, followed after, and beheld the sepulchre, and how his body was laid.
56
GRK ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
KJV And they returned, and prepared spices and ointments; and rested the sabbath day according to the commandment.